martedì 25 giugno 2024

Isocrate: Imprese di Eracle [D] (struttura)

 

Ἡρακλῆς

ὁρῶν τὴν Ἑλλάδα

πολέμων καὶ στάσεων καὶ πολλῶν ἄλλων κακῶν μεστὴν οὖσαν,

παύσας ταῦτα

καὶ διαλλάξας τὰς πόλεις πρὸς ἀλλήλας,

ὑπέδειξε

τοῖς ἐπιγιγνομένοις,

μεθʼὧν χρὴ

καὶ πρὸς οὓς δεῖ

τοὺς πολέμους ἐκφέρειν.

 

Ποιησάμενος γὰρ στρατείαν ἐπὶ Τροίαν,

ἥπερ εἶχε τότε μεγίστην δύναμιν τῶν περὶ τὴν Ἀσίαν,

τοσοῦτον διήνεγκε τῇ στρατηγίᾳ τῶν πρὸς τὴν αὐτὴν ταύτην ὕστερον πολεμησάντων,

ὅσον οἱ μὲν μετὰ τῆς τῶν Ἑλλήνων δυνάμεως ἐν ἔτεσι δέκα μόλις αὐτὴν ἐξεπολιόρκησαν,

ὁ δʼ

ἐν ἡμέραις ἐλάττοσιν

ἢ τοσαύταις

καὶ μετʼὀλίγων στρατεύσας

ῥᾳδίως αὐτὴν κατὰ κράτος εἷλεν.

 

Καὶ μετὰ ταῦτα τοὺς βασιλέας τῶν ἐθνῶν

τῶν ἐφʼἑκατέρας τῆς ἠπείρου τὴν παραλίαν κατοικούντων

ἅπαντας ἀπέκτεινεν·

 

οὓς οὐδέποτʼἂν διέφθειρεν,

εἰ μὴ καὶ τῆς δυνάμεως αὐτῶν ἐκράτησεν.

 

Ταῦτα δὲ πράξας

τὰς στήλας

τὰς Ἡρακλέους καλουμένας

ἐποιήσατο,

τροπαῖον μὲν τῶν βαρβάρων,

μνημεῖον δὲ τῆς ἀρετῆς τῆς αὑτοῦ καὶ τῶν κινδύνων,

ὅρους δὲ τῆς τῶν Ἑλλήνων χώρας.

 

Nessun commento:

Posta un commento