venerdì 28 giugno 2024

Plutarco: Alcibiade, un grande seduttore [D]

 

Τιμαίαν γὰρ τὴν Ἄγιδος γυναῖκα τοῦ βασιλέως στρατευομένου καὶ ἀποδημοῦντος οὕτω διέφθειρεν ὁ Ἀλκιβιάδης, ὥστε καὶ κύειν ἐξ Ἀλκιβιάδου καὶ μὴ ἀρνεῖσθαι, καὶ τεκούσης παιδίον ἄρρεν ἔξω μὲν Λεωτυχίδην καλεῖσθαι, τὸ δʼἐντὸς αὐτοῦ ψιθυριζόμενον ὄνομα πρὸς τὰς φίλας καὶ τὰς ὀπαδοὺς ὑπὸ τῆς μητρὸς Ἀλκιβιάδην εἶναι· τοσοῦτος ἔρως κατεῖχε τὴν ἄνθρωπον. Ὁ δʼἐντρυφῶν ἔλεγεν οὐχ ὕβρει τοῦτο πράττειν οὐδὲ κρατούμενος ὑφʼἡδονῆς, ἀλλʼὅπως Λακεδαιμονίων βασιλεύσωσιν οἱ ἐξ αὐτοῦ γεγονότες. Οὕτω πραττόμενα ταῦτα πολλοὶ κατηγόρουν πρὸς τὸν Ἆγιν. Ἐπίστευσε δὲ τῷ χρόνῳ μάλιστα, ὅτι σεισμοῦ γενομένου φοβηθεὶς ἐξέδραμε τοῦ θαλάμου παρὰ τῆς γυναικός, εἶτα δέκα μηνῶν οὐκέτι συνῆλθεν αὐτῇ, μεθʼοὓς γενόμενον τὸν Λεωτυχίδην ἀπέφησεν ἐξ αὐτοῦ μὴ γεγονέναι. Καὶ διὰ τοῦτο τῆς βασιλείας ἐξέπεσεν ὕστερον ὁ Λεωτυχίδης.

 

Nessun commento:

Posta un commento