giovedì 27 giugno 2024

Senofonte: La battaglia di Cunassa [D] (struttura)

 

Ὡς δʼἡ τροπὴ ἐγένετο,

διασπείρονται καὶ οἱ Κύρου ἑξακόσιοι

εἰς τὸ διώκειν

ὁρμήσαντες,

πλὴν πάνυ ὀλίγοι ἀμφʼαὐτὸν κατελείφθησαν,

σχεδὸν οἱ ὁμοτράπεζοι καλούμενοι.

 

Σὺν τούτοις δὲ ὢν

καθορᾷ βασιλέα καὶ τὸ ἀμφʼἐκεῖνον στῖφος·

 

καὶ εὐθὺς οὐκ ἠνέσχετο,

ἀλλʼεἰπὼν

«Τὸν ἄνδρα ὁρῶ»

ἵετο ἐπʼαὐτὸν

καὶ παίει κατὰ τὸ στέρνον

καὶ τιτρώσκει διὰ τοῦ θώρακος,

ὥς φησι Κτησίας ὁ ἰατρός,

καὶ

ἰᾶσθαι αὐτὸς τὸ τραῦμά

φησι.

 

Παίοντα δʼ

αὐτὸν ἀκοντίζει τις παλτῷ ὑπὸ τὸν ὀφθαλμὸν βιαίως·

 

καὶ ἐνταῦθα μαχόμενοι

καὶ βασιλεὺς

καὶ Κῦρος

καὶ οἱ ἀμφʼαὐτοὺς ὑπὲρ ἑκατέρου,

 

ὁπόσοι μὲν τῶν ἀμφὶ βασιλέα ἀπέθνῃσκον

Κτησίας λέγει·

παρʼἐκείνῳ γὰρ ἦν·

 

Κῦρος δὲ αὐτός τε ἀπέθανε

καὶ ὀκτὼ οἱ ἄριστοι τῶν περὶ αὐτὸν ἔκειντο ἐπʼαὐτῷ.

 

Ἀρταπάτης δʼὁ πιστότατος αὐτῷ τῶν σκηπτούχων θεράπων λέγεται,

ἐπειδὴ πεπτωκότα εἶδε Κῦρον,

καταπηδήσας ἀπὸ τοῦ ἵππου

περιπεσεῖν αὐτῷ.

 

Καὶ οἱ μέν φασι

βασιλέα κελεῦσαί τινα

ἐπισφάξαι αὐτὸν Κύρῳ,

οἱ δʼ

ἑαυτὸν ἐπισφάξασθαι

σπασάμενον τὸν ἀκινάκην.

 

Nessun commento:

Posta un commento