martedì 25 giugno 2024

Lisia: Mio padre, un vero democratico [D] (struttura)

 

Εὐκράτης τοίνυν,

ἀδελφὸς μὲν ὢν ἐκείνου, πατὴρ δʼἐμός,

ἤδη τῆς τελευταίας ναυμαχίας γεγενημένης

φανερὰν ἐπεδείξατο τὴν εὔνοιαν

ἣν εἶχε περὶ τὸ πλῆθος τὸ ὑμέτερον·

 

ἡττημένων γὰρ ἐν τῇ ναυμαχίᾳ

στρατηγὸς ὑφʼὑμῶν ᾑρημένος,

καὶ παρακαλούμενος

μετέχειν τῆς ὀλιγαρχίας

ὑπὸ τῶν ἐπιβουλευόντων τῷ πλήθει,

οὐκ ἠθέλησεν

αὐτοῖς πείθεσθαι,

ἐν δὲ τοιούτῳ καιρῷ ληφθεὶς

ἐν ᾧ οἱ πλεῖστοι τῶν ἀνθρώπων καὶ μεταβάλλονται

πρὸς τὰ παρόντα

καὶ ταῖς τύχαις εἴκουσι,

δυστυχοῦντος τοῦ δήμου,

οὐκ ἀπελαυνόμενος τῆς πολιτείας

οὐδʼἰδίας ἔχθρας ὑπαρχούσης

πρὸς τοὺς ἄρξειν μέλλοντας,

 

ἀλλʼἐξὸν αὐτῷ

καὶ τῶν τριάκοντα γενέσθαι

καὶ μηδενὸς ἔλαττον δύνασθαι,

μᾶλλον εἵλετο

πράττων ὑπὲρ τῆς ὑμετέρας σωτηρίας

ἀπολέσθαι

ἢ ἐπιδεῖν τὰ τείχη

καθαιρούμενα

καὶ τὰς ναῦς

τοῖς πολεμίοις παραδιδομένας

καὶ τὸ ὑμέτερον πλῆθος

καταδεδουλωμένον.

 

Nessun commento:

Posta un commento