lunedì 2 marzo 2020

Demostene: Gli Ateniesi di un tempo [M]


Ἐκεῖνοι τοίνυν, οἷς οὐκ ἐχαρίζονθ᾽οἱ λέγοντες οὐδ᾽ἐφίλουν αὐτοὺς ὥσπερ ὑμᾶς οὗτοι νῦν, πέντε μὲν καὶ τετταράκοντ᾽ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων, πλείω δ᾽ἢ μύρια τάλαντ᾽εἰς τὴν ἀκρόπολιν ἀνήγαγον, ὑπήκουε δ᾽ὁ ταύτην τὴν χώραν ἔχων αὐτοῖς βασιλεύς, ὥσπερ ἐστὶ προσῆκον βάρβαρον Ἕλλησι, πολλὰ δὲ καὶ καλὰ καὶ πεζῇ καὶ ναυμαχοῦντες ἔστησαν τρόπαι᾽αὐτοὶ στρατευόμενοι, μόνοι δ᾽ἀνθρώπων κρείττω τὴν ἐπὶ τοῖς ἔργοις δόξαν τῶν φθονούντων κατέλιπον. Ἐπὶ μὲν δὴ τῶν Ἑλληνικῶν ἦσαν τοιοῦτοι· ἐν δὲ τοῖς κατὰ τὴν πόλιν αὐτὴν θεάσασθ᾽ὁποῖοι, ἔν τε τοῖς κοινοῖς κἀν τοῖς ἰδίοις. Δημοσίᾳ μὲν τοίνυν οἰκοδομήματα καὶ κάλλη τοιαῦτα καὶ τοσαῦτα κατεσκεύασαν ἡμῖν ἱερῶν καὶ τῶν ἐν τούτοις ἀναθημάτων, ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι· ἰδίᾳ δ᾽οὕτω σώφρονες ἦσαν καὶ σφόδρ᾽ἐν τῷ τῆς πολιτείας ἤθει μένοντες, ὥστε τὴν Ἀριστείδου καὶ τὴν Μιλτιάδου καὶ τῶν τότε λαμπρῶν οἰκίαν εἴ τις ἄρ᾽οἶδεν ὑμῶν ὁποία ποτ᾽ἐστίν, ὁρᾷ τῆς τοῦ γείτονος οὐδὲν σεμνοτέραν οὖσαν. Οὐ γὰρ εἰς περιουσίαν ἐπράττετ᾽αὐτοῖς τὰ τῆς πόλεως, ἀλλὰ τὸ κοινὸν αὔξειν ἕκαστος ᾤετο δεῖν.


Nessun commento:

Posta un commento