mercoledì 4 marzo 2020

Euripide: Troiane [vv. 69-97]


Ἀθήνα
Οὐκ οἶσθ᾽ὑβρισθεῖσάν με καὶ ναοὺς ἐμούς;

Ποσειδῶν
Οἶδ᾽, ἡνίκ᾽Αἴας εἷλκε Κασάνδραν βίᾳ.   70

Ἀθήνα
Κοὐδέν γ᾽Ἀχαιῶν ἔπαθεν οὐδ᾽ἤκουσ᾽ὕπο.

Ποσειδῶν
Καὶ μὴν ἔπερσάν γ᾽Ἴλιον τῷ σῷ σθένει.

Ἀθήνα
Τοιγάρ σφε σὺν σοὶ βούλομαι δρᾶσαι κακῶς.

Ποσειδῶν
Ἕτοιμ᾽ἃ βούλῃ τἀπ᾽ἐμοῦ. Δράσεις δὲ τί;

Ἀθήνα
Δύσνοστον αὐτοῖς νόστον ἐμβαλεῖν θέλω.   75

Ποσειδῶν
Ἐν γῇ μενόντων ἢ καθ᾽ἁλμυρὰν ἅλα;

Ἀθήνα
Ὅταν πρὸς οἴκους ναυστολῶσ᾽ ἀπ᾽Ἰλίου.
Καὶ Ζεὺς μὲν ὄμβρον καὶ χάλαζαν ἄσπετον
πέμψει, δνοφώδη τ᾽αἰθέρος φυσήματα·
ἐμοὶ δὲ δώσειν φησὶ πῦρ κεραύνιον,  80
βάλλειν Ἀχαιοὺς ναῦς τε πιμπράναι πυρί.
Σὺ δ᾽αὖ, τὸ σόν, παράσχες Αἴγαιον πόρον
τρικυμίαις βρέμοντα καὶ δίναις ἁλός,
πλῆσον δὲ νεκρῶν κοῖλον Εὐβοίας μυχόν,
ὡς ἂν τὸ λοιπὸν τἄμ᾽ἀνάκτορ᾽εὐσεβεῖν   85
εἰδῶσ᾽Ἀχαιοί, θεούς τε τοὺς ἄλλους σέβειν.

Ποσειδῶν
Ἔσται τάδ᾽· ἡ χάρις γὰρ οὐ μακρῶν λόγων
δεῖται· ταράξω πέλαγος Αἰγαίας ἁλός.
Ἀκταὶ δὲ Μυκόνου Δήλιοί τε χοιράδες
Σκῦρός τε Λῆμνός θ᾽αἱ Καφήρειοί τ᾽ἄκραι  90
πολλῶν θανόντων σώμαθ᾽ἕξουσιν νεκρῶν.
Ἀλλ᾽ἕρπ᾽Ὄλυμπον καὶ κεραυνίους βολὰς
λαβοῦσα πατρὸς ἐκ χερῶν καραδόκει,
ὅταν στράτευμ᾽Ἀργεῖον ἐξιῇ κάλως.
Μῶρος δὲ θνητῶν ὅστις ἐκπορθεῖ πόλεις,   95
ναούς τε τύμβους θ᾽, ἱερὰ τῶν κεκμηκότων,
ἐρημίᾳ δοὺς αὐτὸς ὤλεθ᾽ὕστερον.


Nessun commento:

Posta un commento