mercoledì 4 marzo 2020

Euripide: Troiane [vv. 48-68]


Ἀθήνα
Ἔξεστι τὸν γένει μὲν ἄγχιστον πατρὸς
μέγαν τε δαίμον᾽ἐν θεοῖς τε τίμιον,
λύσασαν ἔχθραν τὴν πάρος, προσεννέπειν;   50

Ποσειδῶν
Ἔξεστιν· αἱ γὰρ συγγενεῖς ὁμιλίαι,
ἄνασσ᾽Ἀθάνα, φίλτρον οὐ σμικρὸν φρενῶν.

Ἀθήνα
Ἐπῄνεσ᾽ὀργὰς ἠπίους· φέρω δὲ σοὶ
κοινοὺς ἐμαυτῇ τ᾽ἐς μέσον λόγους, ἄναξ.

Ποσειδῶν
Μῶν ἐκ θεῶν του καινὸν ἀγγελεῖς ἔπος,   55
ἢ Ζηνὸς ἢ καὶ δαιμόνων τινὸς πάρα;

Ἀθήνα
Oὔκ, ἀλλὰ Τροίας οὕνεκ᾽, ἔνθα βαίνομεν,
πρὸς σὴν ἀφῖγμαι δύναμιν, ὡς κοινὴν λάβω.

Ποσειδῶν
Ἦ πού νιν, ἔχθραν τὴν πρὶν ἐκβαλοῦσα, νῦν
ἐς οἶκτον ἦλθες πυρὶ κατῃθαλωμένης;   60

Ἀθήνα
Ἐκεῖσε πρῶτ᾽ἄνελθε· κοινώσῃ λόγους
καὶ συνθελήσεις ἃν ἐγὼ πρᾶξαι θέλω;

Ποσειδῶν
Μάλιστ᾽· ἀτὰρ δὴ καὶ τὸ σὸν θέλω μαθεῖν·
πότερον Ἀχαιῶν ἦλθες οὕνεκ᾽ἢ Φρυγῶν;

Ἀθήνα
Τοὺς μὲν πρὶν ἐχθροὺς Τρῶας εὐφρᾶναι θέλω,   65
στρατῷ δ᾽Ἀχαιῶν νόστον ἐμβαλεῖν πικρόν.

Ποσειδῶν
Τί δ᾽ὧδε πηδᾷς ἄλλοτ᾽εἰς ἄλλους τρόπους
μισεῖς τε λίαν καὶ φιλεῖς ὃν ἂν τύχῃς;


Nessun commento:

Posta un commento