Ci troviamo nei momenti concitati che precedono
lo scoppio della guerra del Peloponneso. I Corinzi spingono alla ribellione
contro Atene Potidea, loro colonia ma passata alla Lega Delio-attica; Atene con
un assedio sventa questo tentativo. In un’assemblea tenutasi a Sparta i Corinzi
rinfacciano agli Spartani, loro alleati, che, con la loro lentezza nell’agire,
favoriscono l’egemonia ateniese.
Καὶ
ἃ μὲν ἂν
ἐπινοήσαντες
μὴ ἐπεξέλθωσιν,
οἰκείων στέρεσθαι
ἡγοῦνται,
ἃ δ᾽ἂν
ἐπελθόντες
κτήσωνται,
τυχεῖν
ὀλίγα πρὸς τὰ μέλλοντα πράξαντες.
Ἢν δ᾽ἄρα του καὶ πείρᾳ σφαλῶσιν,
ἀντελπίσαντες ἄλλα
ἐπλήρωσαν
τὴν χρείαν·
μόνοι
γὰρ ἔχουσί τε ὁμοίως
καὶ
ἐλπίζουσιν
ἃ ἂν ἐπινοήσωσι
διὰ τὸ ταχεῖαν τὴν ἐπιχείρησιν ποιεῖσθαι
ὧν ἂν γνῶσιν.
Καὶ
ταῦτα μετὰ πόνων πάντα καὶ κινδύνων δι᾽ὅλου τοῦ αἰῶνος μοχθοῦσι,
καὶ
ἀπολαύουσιν ἐλάχιστα τῶν ὑπαρχόντων
διὰ τὸ αἰεὶ κτᾶσθαι
καὶ μήτε ἑορτὴν ἄλλο τι ἡγεῖσθαι
ἢ τὸ τὰ δέοντα πρᾶξαι
ξυμφοράν τε οὐχ ἧσσον ἡσυχίαν ἀπράγμονα
ἢ ἀσχολίαν ἐπίπονον·
ὥστε
εἴ τις
ξυνελὼν
φαίη
αὐτοὺς πεφυκέναι
ἐπὶ τῷ μήτε αὐτοὺς ἔχειν ἡσυχίαν
μήτε τοὺς ἄλλους ἀνθρώπους ἐᾶν,
ὀρθῶς
ἂν εἴποι.
Nessun commento:
Posta un commento