mercoledì 4 marzo 2020

Euripide: Troiane [vv. 32-47]


Ὅσαι δ᾽ἄκληροι Τρῳάδων, ὑπὸ στέγαις
ταῖσδ᾽εἰσί, τοῖς πρώτοισιν ἐξῃρημέναι
στρατοῦ, σὺν αὐταῖς δ᾽ἡ Λάκαινα Τυνδαρὶς
Ἑλένη, νομισθεῖσ᾽αἰχμάλωτος ἐνδίκως.   35
τὴν δ᾽ἀθλίαν τήνδ᾽εἴ τις εἰσορᾶν θέλει,
πάρεστιν, Ἑκάβην κειμένην πυλῶν πάρος,
δάκρυα χέουσαν πολλὰ καὶ πολλῶν ὕπερ·
ᾗ παῖς μὲν ἀμφὶ μνῆμ᾽Ἀχιλλείου τάφου
λάθρα τέθνηκε τλημόνως Πολυξένη·   40
φροῦδος δὲ Πρίαμος καὶ τέκν᾽· ἣν δὲ παρθένον
μεθῆκ᾽Ἀπόλλων δρομάδα Κασάνδραν ἄναξ,
τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τ᾽εὐσεβὲς
γαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος.
Ἀλλ᾽, ὦ ποτ᾽εὐτυχοῦσα, χαῖρέ μοι, πόλις   45
ξεστόν τε πύργωμ᾽· εἴ σε μὴ διώλεσεν
Παλλὰς Διὸς παῖς, ἦσθ᾽ἂν ἐν βάθροις ἔτι.


Nessun commento:

Posta un commento