venerdì 20 marzo 2020

Demostene: Ogni cosa è governata dalla sorte [M] (struttura)


Μὴ δὴ τοῦθ᾽ὡς ἀδίκημ᾽ἐμὸν θῇς,
εἰ συνέβη Φιλίππῳ
κρατῆσαι τῇ μάχῃ·

ἐν γὰρ τῷ θεῷ τὸ τούτου τέλος ἦν, οὐκ ἐμοί.

Ἀλλ᾽ὡς οὐχ ἅπανθ’
ὅσ᾽ἐνῆν
κατ᾽ἀνθρώπινον λογισμὸν εἱλόμην,
καὶ δικαίως ταῦτα καὶ ἐπιμελῶς ἔπραξα καὶ φιλοπόνως ὑπὲρ δύναμιν,
ἢ ὡς οὐ καλὰ καὶ τῆς πόλεως ἄξια πράγματ᾽ἐνεστησάμην καὶ ἀναγκαῖα,
ταῦτά μοι δεῖξον,
καὶ τότ᾽ἤδη κατηγόρει μου.

Εἰ δ᾽ὁ συμβὰς σκηπτὸς ἢ χειμὼν γέγονε μείζων
μὴ μόνον ἡμῶν
ἀλλὰ καὶ πάντων τῶν ἄλλων Ἑλλήνων,
τί χρὴ ποιεῖν;

Ὥσπερ ἂν εἴ τις ναύκληρον
πάντ᾽ἐπὶ σωτηρίᾳ πράξαντα
καὶ κατασκευάσαντα τὸ πλοῖον
ἀφ᾽ὧν ὑπελάμβανε
σωθήσεσθαι,
εἶτα χειμῶνι χρησάμενον
καὶ πονησάντων αὐτῷ τῶν σκευῶν
ἢ καὶ συντριβέντων ὅλως,
τῆς ναυαγίας αἰτιῷτο.

«Ἀλλ᾽οὔτ᾽ἐκυβέρνων τὴν ναῦν»,
φήσειεν ἄν
(ὥσπερ οὐδ᾽ἐστρατήγουν ἐγώ),
«οὔτε τῆς τύχης κύριος ἦν,
ἀλλ᾽ἐκείνη τῶν πάντων».


Nessun commento:

Posta un commento