Ci troviamo nei momenti concitati che
precedono lo scoppio della guerra del Peloponneso. I Corinzi spingono alla
ribellione contro Atene Potidea, loro colonia ma passata alla Lega
Delio-attica; Atene con un assedio sventa questo tentativo. In un’assemblea
tenutasi a Sparta i Corinzi rinfacciano agli Spartani, loro alleati, che, con
la loro lentezza nell’agire, favoriscono l’egemonia ateniese.
Καὶ
ἃ μὲν ἂν ἐπινοήσαντες μὴ ἐπεξέλθωσιν, οἰκείων στέρεσθαι ἡγοῦνται, ἃ δ᾽ἂν
ἐπελθόντες κτήσωνται, ὀλίγα πρὸς τὰ μέλλοντα τυχεῖν πράξαντες. Ἢν δ᾽ἄρα του καὶ
πείρᾳ σφαλῶσιν, ἀντελπίσαντες ἄλλα ἐπλήρωσαν τὴν χρείαν· μόνοι γὰρ ἔχουσί τε
ὁμοίως καὶ ἐλπίζουσιν ἃ ἂν ἐπινοήσωσι διὰ τὸ ταχεῖαν τὴν ἐπιχείρησιν ποιεῖσθαι
ὧν ἂν γνῶσιν. Καὶ ταῦτα μετὰ πόνων πάντα καὶ κινδύνων δι᾽ὅλου τοῦ αἰῶνος
μοχθοῦσι, καὶ ἀπολαύουσιν ἐλάχιστα τῶν ὑπαρχόντων διὰ τὸ αἰεὶ κτᾶσθαι καὶ μήτε
ἑορτὴν ἄλλο τι ἡγεῖσθαι ἢ τὸ τὰ δέοντα πρᾶξαι ξυμφοράν τε οὐχ ἧσσον ἡσυχίαν
ἀπράγμονα ἢ ἀσχολίαν ἐπίπονον· ὥστε εἴ τις αὐτοὺς ξυνελὼν φαίη πεφυκέναι ἐπὶ τῷ
μήτε αὐτοὺς ἔχειν ἡσυχίαν μήτε τοὺς ἄλλους ἀνθρώπους ἐᾶν, ὀρθῶς ἂν εἴποι.
Nessun commento:
Posta un commento