venerdì 20 marzo 2020

Demostene: Ogni cosa è governata dalla sorte [M]


Μὴ δὴ τοῦθ᾽ὡς ἀδίκημ᾽ἐμὸν θῇς, εἰ κρατῆσαι συνέβη Φιλίππῳ τῇ μάχῃ· ἐν γὰρ τῷ θεῷ τὸ τούτου τέλος ἦν, οὐκ ἐμοί. Ἀλλ᾽ὡς οὐχ ἅπανθ᾽ὅσ᾽ἐνῆν κατ᾽ἀνθρώπινον λογισμὸν εἱλόμην, καὶ δικαίως ταῦτα καὶ ἐπιμελῶς ἔπραξα καὶ φιλοπόνως ὑπὲρ δύναμιν, ἢ ὡς οὐ καλὰ καὶ τῆς πόλεως ἄξια πράγματ᾽ἐνεστησάμην καὶ ἀναγκαῖα, ταῦτά μοι δεῖξον, καὶ τότ᾽ἤδη κατηγόρει μου. Εἰ δ᾽ὁ συμβὰς σκηπτὸς ἢ χειμὼν μὴ μόνον ἡμῶν ἀλλὰ καὶ πάντων τῶν ἄλλων Ἑλλήνων μείζων γέγονε, τί χρὴ ποιεῖν; Ὥσπερ ἂν εἴ τις ναύκληρον πάντ᾽ἐπὶ σωτηρίᾳ πράξαντα καὶ κατασκευάσαντα τὸ πλοῖον ἀφ᾽ὧν ὑπελάμβανε σωθήσεσθαι, εἶτα χειμῶνι χρησάμενον καὶ πονησάντων αὐτῷ τῶν σκευῶν ἢ καὶ συντριβέντων ὅλως, τῆς ναυαγίας αἰτιῷτο. «Ἀλλ᾽οὔτ᾽ἐκυβέρνων τὴν ναῦν», φήσειεν ἄν (ὥσπερ οὐδ᾽ἐστρατήγουν ἐγώ), «οὔτε τῆς τύχης κύριος ἦν, ἀλλ᾽ἐκείνη τῶν πάντων».


Nessun commento:

Posta un commento