lunedì 2 marzo 2020

Demostene: Gli Ateniesi di un tempo [M] (struttura)


Ἐκεῖνοι τοίνυν,
οἷς οὐκ ἐχαρίζονθ᾽οἱ λέγοντες
οὐδ᾽ἐφίλουν αὐτοὺς
ὥσπερ ὑμᾶς οὗτοι νῦν,
πέντε μὲν καὶ τετταράκοντ᾽ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων,
πλείω δ᾽ἢ μύρια τάλαντ᾽εἰς τὴν ἀκρόπολιν ἀνήγαγον,
ὑπήκουε δ᾽ὁ ταύτην τὴν χώραν ἔχων αὐτοῖς βασιλεύς,
ὥσπερ ἐστὶ προσῆκον
βάρβαρον Ἕλλησι,
πολλὰ δὲ καὶ καλὰ ἔστησαν τρόπαι᾽
καὶ πεζῇ καὶ ναυμαχοῦντες αὐτοὶ στρατευόμενοι,
μόνοι δ᾽ἀνθρώπων κρείττω τὴν ἐπὶ τοῖς ἔργοις δόξαν τῶν φθονούντων κατέλιπον.

Ἐπὶ μὲν δὴ τῶν Ἑλληνικῶν ἦσαν τοιοῦτοι·

ἐν δὲ τοῖς κατὰ τὴν πόλιν αὐτὴν θεάσασθ᾽
ὁποῖοι,
ἔν τε τοῖς κοινοῖς κἀν τοῖς ἰδίοις.

Δημοσίᾳ μὲν τοίνυν οἰκοδομήματα καὶ κάλλη τοιαῦτα καὶ τοσαῦτα κατεσκεύασαν ἡμῖν ἱερῶν καὶ τῶν ἐν τούτοις ἀναθημάτων,
ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι·

ἰδίᾳ δ᾽οὕτω σώφρονες ἦσαν
καὶ σφόδρ᾽ἐν τῷ τῆς πολιτείας ἤθει μένοντες,
ὥστε
τὴν Ἀριστείδου καὶ τὴν Μιλτιάδου καὶ τῶν τότε λαμπρῶν οἰκίαν εἴ τις ἄρ᾽οἶδεν ὑμῶν
ὁποία ποτ᾽ἐστίν,
ὁρᾷ
τῆς τοῦ γείτονος οὐδὲν σεμνοτέραν οὖσαν.

Οὐ γὰρ εἰς περιουσίαν ἐπράττετ᾽αὐτοῖς τὰ τῆς πόλεως,
ἀλλὰ
τὸ κοινὸν αὔξειν
ἕκαστος ᾤετο
δεῖν.



Nessun commento:

Posta un commento