mercoledì 4 marzo 2020

Euripide: Troiane [vv. 69-97] (struttura)


Ἀθήνα
Οὐκ οἶσθ’
ὑβρισθεῖσάν με καὶ ναοὺς ἐμούς;

Ποσειδῶν
Οἶδ᾽,
ἡνίκ᾽Αἴας εἷλκε Κασάνδραν βίᾳ.

Ἀθήνα
Κοὐδέν γ᾽Ἀχαιῶν ἔπαθεν
οὐδ᾽ἤκουσ᾽ὕπο.

Ποσειδῶν
Καὶ μὴν ἔπερσάν γ᾽Ἴλιον τῷ σῷ σθένει.

Ἀθήνα
Τοιγάρ σφε σὺν σοὶ βούλομαι
δρᾶσαι κακῶς.

Ποσειδῶν
Ἕτοιμ
ἃ βούλῃ
τἀπ᾽ἐμοῦ.
Δράσεις δὲ τί;

Ἀθήνα
Δύσνοστον αὐτοῖς νόστον ἐμβαλεῖν θέλω.

Ποσειδῶν
Ἐν γῇ μενόντων ἢ καθ᾽ἁλμυρὰν ἅλα;

Ἀθήνα
Ὅταν πρὸς οἴκους ναυστολῶσ᾽ ἀπ᾽Ἰλίου.

Καὶ Ζεὺς μὲν ὄμβρον καὶ χάλαζαν ἄσπετον πέμψει, δνοφώδη τ᾽αἰθέρος φυσήματα·

ἐμοὶ δὲ δώσειν
φησὶ
πῦρ κεραύνιον,
βάλλειν Ἀχαιοὺς
ναῦς τε πιμπράναι πυρί.

Σὺ δ᾽αὖ, τὸ σόν, παράσχες Αἴγαιον πόρον
τρικυμίαις βρέμοντα καὶ δίναις ἁλός,
πλῆσον δὲ νεκρῶν κοῖλον Εὐβοίας μυχόν,
ὡς ἂν τὸ λοιπὸν
τἄμ᾽ἀνάκτορ᾽εὐσεβεῖν
εἰδῶσ᾽Ἀχαιοί,
θεούς τε τοὺς ἄλλους σέβειν.

Ποσειδῶν
Ἔσται τάδ᾽·

ἡ χάρις γὰρ οὐ μακρῶν λόγων δεῖται·

ταράξω πέλαγος Αἰγαίας ἁλός.

Ἀκταὶ δὲ Μυκόνου Δήλιοί τε χοιράδες Σκῦρός τε Λῆμνός θ᾽αἱ Καφήρειοί τ᾽ἄκραι σώμαθ᾽ἕξουσιν
πολλῶν θανόντων νεκρῶν.

Ἀλλ᾽ἕρπ᾽Ὄλυμπον
καὶ
κεραυνίους βολὰς λαβοῦσα πατρὸς ἐκ χερῶν
καραδόκει,
ὅταν στράτευμ᾽Ἀργεῖον ἐξιῇ κάλως.

Μῶρος δὲ
θνητῶν ὅστις ἐκπορθεῖ πόλεις,

ναούς τε τύμβους θ᾽, ἱερὰ τῶν κεκμηκότων, ἐρημίᾳ δοὺς
αὐτὸς ὤλεθ᾽ὕστερον.


Nessun commento:

Posta un commento