mercoledì 4 marzo 2020

Euripide: Troiane [vv. 48-68] (struttura)


Ἀθήνα
Ἔξεστι
τὸν γένει μὲν ἄγχιστον πατρὸς μέγαν τε δαίμον᾽ἐν θεοῖς τε τίμιον,
λύσασαν ἔχθραν τὴν πάρος,
προσεννέπειν;

Ποσειδῶν
Ἔξεστιν·

αἱ γὰρ συγγενεῖς ὁμιλίαι, ἄνασσ᾽Ἀθάνα, φίλτρον οὐ σμικρὸν φρενῶν.

Ἀθήνα
Ἐπῄνεσ᾽ὀργὰς ἠπίους·
φέρω δὲ σοὶ κοινοὺς ἐμαυτῇ τ᾽ἐς μέσον λόγους, ἄναξ.

Ποσειδῶν
Μῶν ἐκ θεῶν του καινὸν ἀγγελεῖς ἔπος, ἢ Ζηνὸς ἢ καὶ δαιμόνων τινὸς πάρα;

Ἀθήνα
Oὔκ,
ἀλλὰ Τροίας οὕνεκ᾽,
ἔνθα βαίνομεν,
πρὸς σὴν ἀφῖγμαι δύναμιν,
ὡς κοινὴν λάβω.

Ποσειδῶν
Ἦ πού νιν,
ἔχθραν τὴν πρὶν ἐκβαλοῦσα,
νῦν ἐς οἶκτον ἦλθες
πυρὶ κατῃθαλωμένης;

Ἀθήνα
Ἐκεῖσε πρῶτ᾽ἄνελθε·
κοινώσῃ λόγους
καὶ συνθελήσεις
ἃν ἐγὼ θέλω
πρᾶξαι;

Ποσειδῶν
Μάλιστ᾽·
ἀτὰρ δὴ καὶ τὸ σὸν θέλω μαθεῖν·
πότερον Ἀχαιῶν ἦλθες οὕνεκ᾽ἢ Φρυγῶν;

Ἀθήνα
Τοὺς μὲν πρὶν ἐχθροὺς Τρῶας εὐφρᾶναι
θέλω,
στρατῷ δ᾽Ἀχαιῶν νόστον ἐμβαλεῖν πικρόν.

Ποσειδῶν
Τί δ᾽ὧδε πηδᾷς ἄλλοτ᾽εἰς ἄλλους τρόπους
μισεῖς τε λίαν
καὶ φιλεῖς
ὃν ἂν τύχῃς;


Nessun commento:

Posta un commento