mercoledì 4 marzo 2020

Euripide: Troiane [vv. 32-47] (struttura)


Ὅσαι δ᾽ἄκληροι Τρῳάδων,
ὑπὸ στέγαις ταῖσδ᾽εἰσί,
τοῖς πρώτοισιν ἐξῃρημέναι στρατοῦ,
σὺν αὐταῖς δ᾽ἡ Λάκαινα Τυνδαρὶς Ἑλένη,
νομισθεῖσ᾽αἰχμάλωτος ἐνδίκως.


εἴ τις θέλει
εἰσορᾶν τὴν δ᾽ἀθλίαν τήνδε,
πάρεστιν,
Ἑκάβην
κειμένην πυλῶν πάρος,
δάκρυα χέουσαν πολλὰ καὶ πολλῶν ὕπερ·

ᾗ παῖς μὲν ἀμφὶ μνῆμ᾽Ἀχιλλείου τάφου λάθρα τέθνηκε τλημόνως Πολυξένη·

φροῦδος δὲ Πρίαμος καὶ τέκν᾽·

ἣν δὲ παρθένον μεθῆκ᾽Ἀπόλλων δρομάδα Κασάνδραν ἄναξ,
τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τ᾽εὐσεβὲς
γαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος.

Ἀλλ᾽,
ὦ ποτ᾽εὐτυχοῦσα,
χαῖρέ μοι,
πόλις ξεστόν τε πύργωμ᾽·

εἴ σε μὴ διώλεσεν Παλλὰς Διὸς παῖς,
ἦσθ᾽ἂν ἐν βάθροις ἔτι.


Nessun commento:

Posta un commento