lunedì 24 dicembre 2012

Plutarco: Alessandro e Diogene (struttura)

Εἰς δὲ τὸν Ἰσθμὸν τῶν Ἑλλήνων συλλεγέντων
καὶ ψηφισαμένων
ἐπὶ Πέρσας μετ’Ἀλεξάνδρου στρατεύειν,
ἡγεμὼν ἀνηγορεύθη.

Πολλῶν δὲ καὶ πολιτικῶν ἀνδρῶν καὶ φιλοσόφων ἀπηντηκότων αὐτῷ
καὶ συνηδομένων,
ἤλπιζε
καὶ Διογένην τὸν Σινωπέα ταὐτὸ ποιήσειν,
διατρίβοντα περὶ Κόρινθον.

Ὡς δ’ἐκεῖνος
ἐλάχιστον Ἀλεξάνδρου λόγον ἔχων
ἐν τῷ Κρανείῳ σχολὴν ἦγεν,
αὐτὸς ἐπορεύετο πρὸς αὐτόν·

ἔτυχε δὲ
κατακείμενος ἐν ἡλίῳ.

Καὶ μικρὸν μὲν ἀνεκάθισεν,
ἀνθρώπων τοσούτων ἐπερχομένων,
καὶ διέβλεψεν εἰς τὸν Ἀλέξανδρον.

Ὡς δ’ἐκεῖνος
ἀσπασάμενος καὶ προσειπὼν
αὐτὸν ἠρώτησεν,
εἴ τινος τυγχάνει δεόμενος,
εἶπεν
«Μικρὸν ἀπὸ τοῦ ἡλίου μετάστηθι».

Πρὸς τοῦτο λέγεται
τὸν Ἀλέξανδρον οὕτω διατεθῆναι
καὶ θαυμάσαι τὴν ὑπεροψίαν καὶ τὸ μέγεθος τοῦ ἀνδρός
καταφρονηθέντα,
ὥστε
τῶν περὶ αὐτὸν διαγελώντων καὶ σκωπτόντων
ὡς ἀπῄεσαν,
εἶπεν
«Ἀλλὰ μὴν ἐγὼ
εἰ μὴ Ἀλέξανδρος ἤμην,
Διογένης ἂν ἤμην».


Nessun commento:

Posta un commento