lunedì 10 dicembre 2012

Plutarco: Le oche del Campidoglio (struttura)

Χῆνες ἦσαν ἱεροὶ περὶ τὸν νεὼν τῆς Ἥρας,
τρεφόμενοι τὸν ἄλλον χρόνον ἀφθόνως,
τότε δὲ
τῶν σιτίων ἤδη γλίσχρως καὶ μόλις αὐτοῖς διαρκούντων
ἀμελούμενοι
κακῶς ἔπραττον.

Ἔστι μὲν οὖν δὴ καὶ φύσει πρὸς αἴσθησιν ὀξὺ καὶ ψοφοδεὲς τὸ ζῷον·

ἐκεῖνοι δὲ
καὶ διὰ λιμὸν ἀγρυπνητικοὶ καὶ θορυβώδεις γεγονότες,
ταχὺ τὴν ἔφοδον ᾔσθοντο τῶν Γαλατῶν,
καὶ
μετὰ δρόμου καὶ κλαγγῆς φερόμενοι πρὸς αὐτούς,
ἐπήγειραν ἅπαντας,
ἤδη καὶ τῶν βαρβάρων ἀφειδούντων θορύβου
διὰ τὸ μὴ λανθάνειν
καὶ βιαιότερον ἐπιτιθεμένων.

Ἁρπάσαντες οὖν ὑπὸ σπουδῆς
ᾧ τις ἕκαστος ὅπλῳ προσετύγχανεν,
ἐκ τοῦ παρόντος ἐβοήθουν.


Nessun commento:

Posta un commento