domenica 9 dicembre 2012

Plutarco: Un comportamento di Temistocle (struttura)

Il brano seguente è ambientato nel periodo della seconda Guerra Persiana, quando Serse, superate le Termopili, stava per attaccare la stessa Atene.

Ἔνθα δὴ Θεμιστοκλῆς,
ἀπορῶν
τοῖς ἀνθρωπίνοις λογισμοῖς προσάγεσθαι τὸ πλῆθος,
ὥσπερ ἐν τραγῳδίᾳ μηχανὴν ἄρας,
σημεῖα δαιμόνια καὶ χρησμοὺς ἐπῆγεν αὐτοῖς,
σημεῖον μὲν λαμβάνων τὸ τοῦ δράκοντος,
ὃς δοκεῖ
ἀφανὴς ταῖς ἡμέραις ἐκείναις ἐκ τοῦ σηκοῦ γενέσθαι,
καὶ
εὑρίσκοντες ἀψαύστους
τὰς καθ’ἡμέραν αὐτῷ προτιθεμένας ἀπαρχὰς,
οἱ ἱερεῖς ἐξῆγγελλον εἰς τοὺς πολλούς,
τοῦ Θεμιστοκλέους λόγον διαδιδόντος
ὡς ἀπολέλοιπε τὴν πόλιν ἡ θεὸς
ὑφηγουμένη πρὸς τὴν θάλασσαν αὐτοῖς·

τῷ δὲ χρησμῷ πάλιν ἐδημαγώγει,
λέγων
μηδὲν ἄλλο δηλοῦσθαι ξύλινον τεῖχος ἢ τὰς ναῦς·
διὸ καὶ τὴν Σαλαμῖνα θείαν, οὐχὶ δεινὴν οὐδὲ σχετλίαν καλεῖν τὸν θεόν,
ὡς εὐτυχήματος μεγάλου τοῖς Ἕλλησι ἐπώνυμον ἐσομένην.


Nessun commento:

Posta un commento