mercoledì 26 dicembre 2012

Plutarco: Prodigi che annunciano la nascita di Alessandro (struttura)

Ἡ μὲν οὖν νύμφη πρὸ τῆς νυκτός,
ᾗ συνείρχθησαν εἰς τὸν θάλαμον,
ἔδοξε
βροντῆς γενομένης
ἐμπεσεῖν αὐτῆς τῇ γαστρὶ κεραυνόν,
ἐκ δὲ τῆς πληγῆς πολὺ πῦρ
ἀναφθέν,
εἶτα ῥηγνύμενον εἰς φλόγας
πάντῃ φερομένας
διαλυθῆναι.

Ὁ δὲ Φίλιππος ὑστέρῳ χρόνῳ μετὰ τὸν γάμον εἶδεν ὄναρ
αὑτὸν ἐπιβάλλοντα σφραγῖδα τῇ γαστρὶ τῆς γυναικός·
ἡ δὲ γλυφὴ τῆς σφραγῖδος
ὡς ᾤετο
λέοντος εἶχεν εἰκόνα.

Τῶν δ’ἄλλων μάντεων ὑφορωμένων τὴν ὄψιν,
ὡς ἀκριβεστέρας φυλακῆς δεομένων τῷ Φιλίππῳ τῶν περὶ τὸν γάμον,
Ἀρίστανδρος ὁ Τελμησσεὺς ἔφη
κύειν τὴν ἄνθρωπον·
οὐθὲν γὰρ ἀποσφραγίζεσθαι τῶν κενῶν·
καὶ κύειν παῖδα θυμοειδῆ καὶ λεοντώδη τὴν φύσιν.

Ὤφθη δέ ποτε καὶ δράκων
κοιμωμένης τῆς Ὀλυμπιάδος
παρεκτεταμένος τῷ σώματι,
καὶ λέγουσιν
τοῦτο μάλιστα τοῦ Φιλίππου τὸν ἔρωτα καὶ τὰς φιλοφροσύνας ἀμαυρῶσαι,
ὡς μηδὲ φοιτᾶν ἔτι πολλάκις παρ’αὐτὴν
ἀναπαυσόμενον,
εἴτε δείσαντά τινας μαγείας ἐπ’αὐτῷ καὶ φάρμακα τῆς γυναικός,
εἴτε τὴν ὁμιλίαν ἀφοσιούμενον
ὡς κρείττονι συνούσης.


Nessun commento:

Posta un commento