mercoledì 26 dicembre 2012

Plutarco: Prodigi che annunciano la morte di Cesare (struttura)

Στράβων δ’ὁ φιλόσοφος ἱστορεῖ
πολλοῖς μὲν ἀνθρώπους διαπύρους φανῆναι
ἐπιφερομένους,
στρατιώτου δ’ἀνδρὸς οἰκέτην ἐκ τῆς χειρὸς ἐκβαλεῖν πολλὴν φλόγα
καὶ δοκεῖν
καίεσθαι τοῖς ὁρῶσιν,
μηδὲν ἔχειν κακὸν τὸν ἄνθρωπον
ὡς δ’ἐπαύσατο ·

αὐτῷ δὲ Καίσαρι θύοντι
τὴν καρδίαν ἀφανῆ γενέσθαι τοῦ ἱερείου,
καὶ δεινὸν εἶναι τὸ τέρας·
οὐ γὰρ ἂν φύσει γε συστῆναι ζῷον ἀκάρδιον.

Ἔστι δὲ
καὶ ταῦτα ἀκοῦσαι
πολλῶν διεξιόντων,
ὥς τις αὐτῷ μάντις ἡμέρᾳ Μαρτίου μηνὸς
ἣν Εἰδοὺς Ῥωμαῖοι καλοῦσι
προείποι
μέγαν φυλάττεσθαι κίνδυνον,

ἐλθούσης δὲ τῆς ἡμέρας
ὁ Καῖσαρ
προϊὼν εἰς τὴν σύγκλητον
ἀσπασάμενος
προσπαίξειε τῷ μάντει
φάμενος·
«Αἱ μὲν δὴ Μάρτιαι Εἰδοὶ πάρεισιν»,
ὁ δ’ἡσυχῇ πρὸς αὐτὸν εἴποι·
«Ναί, πάρεισιν,
ἀλλ’οὐ παρεληλύθασι».


Nessun commento:

Posta un commento