mercoledì 26 dicembre 2012

Plutarco: Elogio di Pericle rimpianto, dopo la sua morte, anche dagli oppositori (struttura)

Θαυμαστὸς οὖν ὁ ἀνὴρ οὐ μόνον τῆς ἐπιεικείας καὶ πρᾳότητος,
ἣν ἐν πράγμασι πολλοῖς καὶ μεγάλαις ἀπεχθείαις διετήρησεν,
ἀλλὰ καὶ τοῦ φρονήματος,
εἰ ἡγεῖτο
τῶν αὑτοῦ καλῶν βέλτιστον εἶναι
τὸ μήτε φθόνῳ μήτε θυμῷ χαρίσασθαι μηδὲν ἀπὸ τηλικαύτης δυνάμεως,
μηδὲ χρήσασθαί τινι τῶν ἐχθρῶν ὡς ἀνηκέστῳ.

Τοῦ δὲ Περικλέους ταχεῖαν αἴσθησιν καὶ σαφῆ πόθον Ἀθηναίοις ἐνειργάζετο τὰ πράγματα.

Καὶ γὰρ
οἱ βαρυνόμενοι τὴν δύναμιν
ὡς ἀμαυροῦσαν αὐτούς
ζῶντος,
εὐθὺς ἐκποδὼν γενομένου
πειρώμενοι ῥητόρων καὶ δημαγωγῶν ἑτέρων,
ἀνωμολογοῦντο
μετριώτερον ἐν ὄγκῳ καὶ σεμνότερον ἐν πρᾳότητι μὴ φῦναι τρόπον.

Ἡ δ’ἐπίφθονος ἰσχὺς ἐκείνη,
μοναρχία λεγομένη καὶ τυραννὶς πρότερον,
ἐφάνη τότε
σωτήριον ἔρυμα τῆς πολιτείας γενομένη·
τοσαύτη φορὰ καὶ πλῆθος ἐπέκειτο κακίας τοῖς πράγμασιν,
ἣν ἐκεῖνος ἀπέκρυπτε
ἀσθενῆ καὶ ταπεινὴν ποιῶν
καὶ κατεκώλυεν
ἀνήκεστον ἐν ἐξουσίᾳ γενέσθαι.


Nessun commento:

Posta un commento