lunedì 24 dicembre 2012

Plutarco: Morte del cavallo Bucefalo e del cane Perita

Ἐκ δὲ τῆς πρὸς Πῶρον μάχης καὶ ὁ Βουκεφάλας ἐτελεύτησεν, οὐκ εὐθύς, ἀλλ’ὕστερον, ὡς οἱ πλεῖστοι λέγουσιν, ἀπὸ τραυμάτων θεραπευόμενος, ὡς δ’Ὀνησίκριτος, διὰ γῆρας ὑπέρπονος γενόμενος· τριάκοντα γὰρ ἐτῶν ἀποθανεῖν αὐτόν. Ἐδήχθη δ’ἰσχυρῶς Ἀλέξανδρος, οὐδὲν ἄλλ’ἢ συνήθη καὶ φίλον ἀποβεβληκέναι νομίζων, καὶ πόλιν οἰκίσας ἐπ’αὐτῷ παρὰ τὸν Ὑδάσπην Βουκεφαλίαν προσηγόρευσε. Λέγεται δὲ καὶ κύνα Περίταν ὄνομα τεθραμμένον ὑπ’αὐτοῦ καὶ στεργόμενον ἀποβαλών, κτίσαι πόλιν ἐπώνυμον. Τοῦτο δὲ Σωτίων φησὶ Ποτάμωνος ἀκοῦσαι τοῦ Λεσβίου.

Onesicrito, Sozione e Potamone di Lesbo erano storici greci


Nessun commento:

Posta un commento