lunedì 10 dicembre 2012

Plutarco: Perché i Galli invasero l’Italia (struttura)

Οἱ δὲ Γάλαται
τοῦ Κελτικοῦ γένους ὄντες
λέγονται
ὑπὸ πλήθους τὴν αὑτῶν ἀπολιπόντες,
οὐκ οὖσαν αὐτάρκη
τρέφειν πάντας,
ἐπὶ γῆς ζήτησιν ἑτέρας ὁρμῆσαι·

μυριάδες δὲ πολλαὶ γενόμενοι νέων ἀνδρῶν καὶ μαχίμων,
ἔτι δὲ πλείους παίδων καὶ γυναικῶν ἄγοντες,
οἱ μὲν
ἐπὶ τὸν βόρειον Ὠκεανὸν ῥυῆναι
ὑπερβαλόντες τὰ Ῥιπαῖα ὄρη
καὶ τὰ ἔσχατα τῆς Εὐρώπης κατασχεῖν,
οἱ δὲ
μεταξὺ Πυρήνης ὄρους καὶ τῶν Ἄλπεων ἱδρυθέντες
ἐγγὺς Σενώνων καὶ Βιτουρίγων κατοικεῖν χρόνον πολύν·

ὀψὲ δ’οἴνου γευσάμενοι
τότε πρῶτον ἐξ Ἰταλίας κομισθέντος,
οὕτως ἄρα θαυμάσαι τὸ πόμα
καὶ πρὸς τὴν καινότητα τῆς ἡδονῆς ἔκφρονες γενέσθαι πάντες,
ὥστ’
ἀράμενοι τὰ ὅπλα
καὶ γενεὰς ἀναλαβόντες
ἐπὶ τὰς Ἄλπεις φέρεσθαι
καὶ ζητεῖν ἐκείνην τὴν γῆν
ἣ τοιοῦτον καρπὸν ἀναδίδωσι,
τὴν δ’ἄλλην ἄκαρπον ἡγεῖσθαι καὶ ἀνήμερον.


Nessun commento:

Posta un commento