lunedì 24 dicembre 2012

Plutarco: Morte del cavallo Bucefalo e del cane Perita (struttura)

Ἐκ δὲ τῆς πρὸς Πῶρον μάχης καὶ ὁ Βουκεφάλας ἐτελεύτησεν,
ὡς οἱ πλεῖστοι λέγουσιν,
οὐκ εὐθύς, ἀλλ’ὕστερον ἀπὸ τραυμάτων θεραπευόμενος,
ὡς δ’Ὀνησίκριτος,
διὰ γῆρας ὑπέρπονος γενόμενος·

τριάκοντα γὰρ ἐτῶν ἀποθανεῖν αὐτόν.

Ἐδήχθη δ’ἰσχυρῶς Ἀλέξανδρος,
νομίζων
οὐδὲν ἄλλ’ἢ συνήθη καὶ φίλον ἀποβεβληκέναι,
καὶ
πόλιν οἰκίσας ἐπ’αὐτῷ παρὰ τὸν Ὑδάσπην
Βουκεφαλίαν προσηγόρευσε.

Λέγεται δὲ
ἀποβαλών
καὶ κύνα Περίταν ὄνομα τεθραμμένον ὑπ’αὐτοῦ
καὶ στεργόμενον,
κτίσαι πόλιν ἐπώνυμον.

δὲ Σωτίων φησὶ
τοῦτο Ποτάμωνος ἀκοῦσαι τοῦ Λεσβίου.

Onesicrito, Sozione e Potamone di Lesbo erano storici greci


Nessun commento:

Posta un commento