venerdì 8 dicembre 2017

Lisia: Non comportatevi come i Trenta Tiranni [M] (struttura)


Σκοπεῖν δὲ
χρὴ
καὶ ἐκ τῶνδε, ὦ ἄνδρες δικασταί.

Πάντες γὰρ ἐπίστασθε
ὅτι ἐν τῇ προτέρᾳ δημοκρατίᾳ
τῶν τὰ τῆς πόλεως πραττόντων
πολλοὶ μὲν τὰ δημόσια ἔκλεπτον,
ἔνιοι δ᾽ἐπὶ τοῖς ὑμετέροις ἐδωροδόκουν,
οἱ δὲ
συκοφαντοῦντες
τοὺς συμμάχους ἀφίστασαν.

Καὶ
εἰ μὲν οἱ ἐτιμωροῦντο,
ἄνδρας ἀγαθοὺς καὶ ὑμεῖς ἂν αὐτοὺς ἡγεῖσθε·

νῦν δέ,
ὅτε
ὑπὲρ τῶν ἐκείνοις ἡμαρτημένων τὸ πλῆθος κακῶς ποιεῖν
ἠξίουν,
ἠγανακτεῖτε,
ἡγούμενοι
δεινὸν εἶναι
τὰ τῶν ὀλίγων ἀδικήματα πάσῃ τῇ πόλει κοινὰ γίγνεσθαι.

Οὐ τοίνυν ἄξιον
χρῆσθαι τούτοις,
οἷς ἐκείνους ἑωρᾶτε
ἐξαμαρτάνοντας,
οὐδὲ
πάσχοντες
ἄδικα
ἐνομίζετε
πάσχειν,

ὅταν ἑτέρους ποιῆτε,
δίκαια ἡγεῖσθαι,
ἀλλὰ τὴν αὐτὴν
κατελθόντες
περὶ ἡμῶν γνώμην ἔχετε,
ἥνπερ
φεύγοντες
περὶ ὑμῶν αὐτῶν εἴχετε·

ἐκ τούτων γὰρ καὶ ὁμόνοιαν πλείστην ποιήσετε,
καὶ ἡ πόλις ἔσται μεγίστη,
καὶ τοῖς ἐχθροῖς ἀνιαρότατα ψηφιεῖσθε.



Nessun commento:

Posta un commento