domenica 24 dicembre 2017

Plutarco: Aristide cede il comando a Milziade [M] (struttura)

Ἐπεὶ δὲ Δᾶτις
ὑπὸ Δαρείου πεμφθεὶς
λόγῳ μὲν ἐπιθεῖναι δίκην Ἀθηναίοις,
ὅτι Σάρδεις ἐνέπρησαν,
ἔργῳ δὲ καταστρέψασθαι τοὺς Ἕλληνας,
εἰς Μαραθῶνα παντὶ τῷ στόλῳ κατέσχε
καὶ τὴν χώραν ἐπόρθει,
τῶν δέκα
καθεστώτων τοῖς Ἀθηναίοις ἐπὶ τὸν πόλεμον
στρατηγῶν μέγιστον μὲν εἶχεν ἀξίωμα Μιλτιάδης,
δόξῃ δὲ καὶ δυνάμει δεύτερος ἦν Ἀριστείδης.

Καὶ
τότε περὶ τῆς μάχης γνώμῃ τῇ Μιλτιάδου προσθέμενος
οὐ μικρὰν ἐποίησε ῥοπήν·

καὶ
παρ᾽ἡμέραν ἑκάστου στρατηγοῦ τὸ κράτος ἔχοντος,
ὡς περιῆλθεν εἰς αὐτὸν ἡ ἀρχή,
παρέδωκε Μιλτιάδῃ,
διδάσκων
τοὺς συνάρχοντας,
ὅτι
τὸ πείθεσθαι καὶ ἀκολουθεῖν
τοῖς εὖ φρονοῦσιν
οὐκ αἰσχρόν,
ἀλλὰ σεμνόν ἐστι καὶ σωτήριον.

Οὕτω δὲ
πραΰνας τὴν φιλονεικίαν
καὶ προτρεψάμενος αὐτοὺς
ἀγαπᾶν
μιᾷ γνώμῃ τῇ κρατίστῃ χρωμένους,
ἔρρωσε τὸν Μιλτιάδην
τῷ ἀπερισπάστῳ τῆς ἐξουσίας ἰσχυρὸν γενόμενον.

Χαίρειν
γὰρ ἐῶν
ἕκαστος ἤδη
τὸ παρ᾽ἡμέραν ἄρχειν
ἐκείνῳ προσεῖχεν.


Nessun commento:

Posta un commento