domenica 24 dicembre 2017

Plutarco: Il processo contro Aspasia [M] (struttura)

Περὶ δὲ τοῦτον τὸν χρόνον Ἀσπασία δίκην ἔφευγεν ἀσεβείας,
Ἑρμίππου τοῦ κωμῳδοποιοῦ διώκοντος
καὶ προσκατηγοροῦντος
ὡς Περικλεῖ γυναῖκας ἐλευθέρας
εἰς τὸ αὐτὸ φοιτώσας
ὑποδέχοιτο.

Καὶ ψήφισμα Διοπείθης ἔγραψεν
εἰσαγγέλλεσθαι
τοὺς τὰ θεῖα μὴ νομίζοντας
ἢ λόγους περὶ τῶν μεταρσίων διδάσκοντας,
ἀπερειδόμενος εἰς Περικλέα δι᾽Ἀναξαγόρου τὴν ὑπόνοιαν.

Δεχομένου δὲ τοῦ δήμου
καὶ προσιεμένου τὰς διαβολάς,
οὕτως ἤδη ψήφισμα κυροῦται,
Δρακοντίδου γράψαντος,
ὅπως οἱ λόγοι τῶν χρημάτων ὑπὸ Περικλέους εἰς τοὺς Πρυτάνεις ἀποτεθεῖεν,
οἱ δὲ δικασταὶ
τὴν ψῆφον ἀπὸ τοῦ βωμοῦ φέροντες ἐν τῇ πόλει
κρίνοιεν.

Ἅγνων δὲ τοῦτο μὲν ἀφεῖλε τοῦ ψηφίσματος,

κρίνεσθαι δὲ τὴν δίκην
ἔγραψεν
ἐν δικασταῖς χιλίοις καὶ πεντακοσίοις,
εἴτε βούλοιτό τις
κλοπῆς καὶ δώρων εἴτ᾽ἀδικίου ὀνομάζειν τὴν δίωξιν.


Nessun commento:

Posta un commento