venerdì 29 dicembre 2023

Epicuro: Lettera a Meneceo sulla felicità [123]

 

Ἃ δέ σοι συνεχῶς παρήγγελλον, ταῦτα καὶ πρᾶττε καὶ μελέτα, στοιχεῖα τοῦ καλῶς ζῆν ταῦτ᾽εἶναι διαλαμβάνων. Πρῶτον μὲν τὸν θεὸν ζῷον ἄφθαρτον καὶ μακάριον νομίζων, ὡς ἡ κοινὴ τοῦ θεοῦ νόησις ὑπεγράφη, μηθὲν μήτε τῆς ἀφθαρσίας ἀλλότριον μήτε τῆς μακαριότητος ἀνοίκειον αὐτῷ πρόσαπτε· πᾶν δὲ τὸ φυλάττειν αὐτοῦ δυνάμενον τὴν μετ᾽ἀφθαρσίας μακαριότητα περὶ αὐτοῦ δόξαζε. Θεοὶ μὲν γάρ εἰσιν. Ἐναργὴς δέ ἐστιν αὐτῶν ἡ γνῶσις· οἵους δ᾽αὐτοὺς <οἱ> πολλοὶ νομίζουσιν, οὐκ εἰσίν· οὐ γὰρ φυλάττουσιν αὐτοὺς οἵους νοοῦσιν. Ἀσεβὴς δὲ οὐχ ὁ τοὺς τῶν πολλῶν θεοὺς ἀναιρῶν, ἀλλ᾽ὁ τὰς τῶν πολλῶν δόξας θεοῖς προσάπτων.

 

Nessun commento:

Posta un commento