domenica 10 dicembre 2023

Plutarco: La secessione della plebe [D]

 

Προηγόρει δὲ Μενήνιος Ἀγρίππας, καὶ πολλὰ μὲν τοῦ δήμου δεόμενος, πολλὰ δ᾽ὑπὲρ τῆς βουλῆς παρρησιαζόμενος, τελευτῶντι τῷ λόγῳ περιῆλθεν εἰς σχῆμα μύθου διαμνημονευόμενον. Ἔφη γὰρ τοῦ ἀνθρώπου τὰ μέλη πάντα πρὸς τὴν γαστέρα στασιάσαι καὶ κατηγορεῖν αὐτῆς, ὡς μόνης ἀργοῦ καὶ ἀσυμβόλου καθεζομένης ἐν τῷ σώματι, τῶν δ᾽ἄλλων εἰς τὰς ἐκείνης ὀρέξεις πόνους τε μεγάλους καὶ λειτουργίας ὑπομενόντων· τὴν δὲ γαστέρα τῆς εὐηθείας αὐτῶν καταγελᾶν, ἀγνοούντων ὅτι τὴν τροφὴν ὑπολαμβάνει μὲν εἰς ἑαυτὴν ἅπασαν, ἀναπέμπει δ᾽αὖθις ἐξ αὑτῆς καὶ διανέμει τοῖς ἄλλοις. «Οὕτως οὖν» ἔφη «καὶ τῆς συγκλήτου λόγος ἐστὶν, ὦ πολῖται, πρὸς ὑμᾶς· τὰ γὰρ ἐκεῖ τυγχάνοντα τῆς προσηκούσης ἐπιμελείας καὶ οἰκονομίας βουλεύματα καὶ πράγματα πᾶσιν ὑμῖν ἐπιφέρει καὶ διανέμει τὸ χρήσιμον καὶ ὠφέλιμον».

 

Nessun commento:

Posta un commento