mercoledì 27 dicembre 2023

Senofonte: Inizio delle ostilità tra Ciro e Artaserse [D] (struttura)

 

Ἐπεὶ δὲ ἐτελεύτησε Δαρεῖος

καὶ κατέστη εἰς τὴν βασιλείαν Ἀρταξέρξης,

Τισσαφέρνης διαβάλλει τὸν Κῦρον πρὸς τὸν ἀδελφὸν

ὡς ἐπιβουλεύοι αὐτῷ.

 

Ὁ δὲ πείθεται

καὶ συλλαμβάνει Κῦρον

ὡς ἀποκτενῶν·

 

ἡ δὲ μήτηρ

ἐξαιτησαμένη αὐτὸν

ἀποπέμπει πάλιν ἐπὶ τὴν ἀρχήν.

 

Ὁ δ᾽

ὡς ἀπῆλθε

κινδυνεύσας

καὶ ἀτιμασθείς,

βουλεύεται

ὅπως μήποτε ἔτι ἔσται ἐπὶ τῷ ἀδελφῷ,

ἀλλά,

ἢν δύνηται,

βασιλεύσει ἀντ᾽ἐκείνου.

 

Παρύσατις μὲν δὴ ἡ μήτηρ ὑπῆρχε τῷ Κύρῳ,

φιλοῦσα αὐτὸν

μᾶλλον ἢ τὸν βασιλεύοντα Ἀρταξέρξην.

 

Ὅστις δ᾽ἀφικνεῖτο τῶν παρὰ βασιλέως πρὸς αὐτὸν

πάντας οὕτω διατιθεὶς

ἀπεπέμπετο

ὥστε αὐτῷ μᾶλλον φίλους εἶναι ἢ βασιλεῖ.

 

Καὶ τῶν παρ᾽ἑαυτῷ δὲ βαρβάρων ἐπεμελεῖτο

ὡς

πολεμεῖν

τε ἱκανοὶ εἴησαν

καὶ εὐνοϊκῶς ἔχοιεν αὐτῷ.

 

Τὴν δὲ Ἑλληνικὴν δύναμιν ἥθροιζεν

ὡς μάλιστα ἐδύνατο

ἐπικρυπτόμενος,

ὅπως ὅτι ἀπαρασκευότατον λάβοι βασιλέα.

 

Nessun commento:

Posta un commento