mercoledì 27 dicembre 2023

Isocrate: La calunnia è il male peggiore [D] (struttura)

 

Οὐ θαυμάζω δὲ

τῶν πλείω χρόνον διατριβόντων

ἐπὶ ταῖς τῶν ἐξαπατώντων κατηγορίαις

ἢ ταῖς ὑπὲρ αὑτῶν ἀπολογίαις,

οὐδὲ

τῶν λεγόντων

ὡς ἔστι μέγιστον κακὸν διαβολή·

 

τί γὰρ ἂν γένοιτο ταύτης κακουργότερον,

ἣ ποιεῖ

τοὺς μὲν ψευδομένους

εὐδοκιμεῖν,

τοὺς δὲ μηδὲν ἡμαρτηκότας

δοκεῖν ἀδικεῖν,

τοὺς δὲ δικάζοντας

ἐπιορκεῖν,

ὅλως δὲ τὴν μὲν ἀλήθειαν ἀφανίζει,

ψευδῆ δὲ δόξαν παραστήσασα

τοῖς ἀκούουσιν

ὃν ἂν τύχῃ τῶν πολιτῶν

ἀδίκως ἀπόλλυσιν;

 

Ἃ φυλακτέον ἐστίν,

ὅπως μηδὲν ὑμῖν συμβήσεται τοιοῦτον,

μηδ᾽

ἃ τοῖς ἄλλοις ἂν ἐπιτιμήσαιτε

τούτοις

αὐτοὶ φανήσεσθε

περιπίπτοντες.

 

Οἶμαι δ᾽

ὑμᾶς οὐκ ἀγνοεῖν

ὅτι τῇ πόλει πολλάκις οὕτως ἤδη μετεμέλησε τῶν κρίσεων

τῶν μετ᾽ὀργῆς καὶ μὴ μετ᾽ἐλέγχου γενομένων,

ὥστ᾽

οὐ πολὺν χρόνον διαλιποῦσα

παρὰ μὲν τῶν ἐξαπατησάντων δίκην λαβεῖν

ἐπεθύμησε,

τοὺς δὲ διαβληθέντας ἡδέως ἂν εἶδεν ἄμεινον

ἢ πρότερον πράττοντας.

 

Nessun commento:

Posta un commento