venerdì 29 dicembre 2023

Epicuro: Lettera a Meneceo sulla felicità [123] (struttura)

 

Ἃ δέ σοι συνεχῶς παρήγγελλον,

ταῦτα καὶ πρᾶττε

καὶ μελέτα,

στοιχεῖα

τοῦ καλῶς ζῆν

ταῦτ᾽εἶναι

διαλαμβάνων.

 

Πρῶτον μὲν

τὸν θεὸν ζῷον ἄφθαρτον καὶ μακάριον νομίζων,

ὡς ἡ κοινὴ τοῦ θεοῦ νόησις ὑπεγράφη,

μηθὲν μήτε τῆς ἀφθαρσίας ἀλλότριον μήτε τῆς μακαριότητος ἀνοίκειον αὐτῷ πρόσαπτε·

 

πᾶν δὲ

τὸ φυλάττειν αὐτοῦ δυνάμενον τὴν μετ᾽ἀφθαρσίας μακαριότητα

περὶ αὐτοῦ δόξαζε.

 

Θεοὶ μὲν γάρ εἰσιν.

 

Ἐναργὴς δέ ἐστιν αὐτῶν ἡ γνῶσις·

 

οἵους δ᾽αὐτοὺς οἱ πολλοὶ νομίζουσιν,

οὐκ εἰσίν·

 

οὐ γὰρ φυλάττουσιν αὐτοὺς

οἵους νοοῦσιν.

 

Ἀσεβὴς δὲ

οὐχ ὁ τοὺς τῶν πολλῶν θεοὺς ἀναιρῶν,

ἀλλ᾽ὁ τὰς τῶν πολλῶν δόξας θεοῖς προσάπτων.

 

Nessun commento:

Posta un commento