venerdì 29 dicembre 2023

Epicuro: Lettera a Meneceo sulla felicità [125-126] (struttura)

 

Ἀλλ᾽οἱ πολλοὶ τὸν θάνατον ὁτὲ μὲν ὡς μέγιστον τῶν κακῶν φεύγουσιν,

ὁτὲ δὲ ὡς ἀνάπαυσιν τῶν ἐν τῷ ζῆν κακῶν αἱροῦνται.

 

Ὁ δὲ σοφὸς οὔτε παραιτεῖται

τὸ ζῆν

οὔτε φοβεῖται

τὸ μὴ ζῆν·

 

οὔτε γὰρ αὐτῷ προσίσταται

τὸ ζῆν

οὔτε δοξάζεται

κακὸν εἶναι

τὸ μὴ ζῆν.

 

Ὥσπερ δὲ τὸ σιτίον οὐ τὸ πλεῖον πάντως ἀλλὰ τὸ ἥδιστον αἱρεῖται,

οὕτω καὶ χρόνον οὐ τὸν μήκιστον ἀλλὰ τὸν ἥδιστον καρπίζεται.

 

Ὁ δὲ παραγγέλλων

τὸν μὲν νέον καλῶς ζῆν,

τὸν δὲ γέροντα καλῶς καταστρέφειν

εὐήθης ἐστὶν

οὐ μόνον διὰ τὸ τῆς ζωῆς ἀσπαστόν,

ἀλλὰ καὶ διὰ τὸ τὴν αὐτὴν εἶναι μελέτην

τοῦ καλῶς ζῆν

καὶ τοῦ καλῶς ἀποθνήσκειν.

 

Πολὺ δὲ χείρων

καὶ ὁ λέγων,

καλὸν μὲν μὴ φῦναι,

φύντα δ’

ὅπως ὤκιστα πύλας Ἀΐδαο περῆσαι.

 

Nessun commento:

Posta un commento