venerdì 29 dicembre 2023

Epicuro: Lettera a Meneceo sulla felicità [122] (struttura)

 

Ἐπίκουρος Μενοικεῖ χαίρειν.

 

Μήτε

νέος τις ὢν

μελλέτω

φιλοσοφεῖν,

μήτε

γέρων ὑπάρχων

κοπιάτω

φιλοσοφῶν·

 

οὔτε γὰρ ἄωρος οὐδείς ἐστιν οὔτε πάρωρος πρὸς τὸ κατὰ ψυχὴν ὑγιαῖνον.

 

Ὁ δὲ λέγων

ἢ μήπω

τοῦ φιλοσοφεῖν

ὑπάρχειν

ἢ παρεληλυθέναι τὴν ὥραν

ὅμοιός ἐστι

τῷ λέγοντι

πρὸς εὐδαιμονίαν ἢ μήπω παρεῖναι τὴν ὥραν

ἢ μηκέτι εἶναι τὴν ὥραν.

 

Ὥστε φιλοσοφητέον καὶ νέῳ καὶ γέροντι,

τῷ μὲν

ὅπως

γηράσκων

νεάζῃ τοῖς ἀγαθοῖς διὰ τὴν χάριν

τῶν γεγονότων,

τῷ δ᾽

ὅπως νέος ἅμα καὶ παλαιὸς ᾖ διὰ τὴν ἀφοβίαν

τῶν μελλόντων.

 

Μελετᾶν

οὖν χρὴ

τὰ ποιοῦντα τὴν εὐδαιμονίαν,

εἴ περ

παρούσης μὲν αὐτῆς,

πάντα ἔχομεν,

ἀπούσης δέ,

πάντα πράττομεν

εἰς τὸ ταύτην ἔχειν.

 

Nessun commento:

Posta un commento