mercoledì 27 dicembre 2023

Diodoro Siculo: Disaccordo tra gli Ateniesi sul concetto di πάτριος πολιτεία [D] (struttura)

 

Κατὰ δὲ τούτους τοὺς χρόνους Ἀθηναῖοι μὲν

καταπεπονημένοι

ἐποιήσαντο συνθήκας πρὸς Λακεδαιμονίους,

καθ᾽ἃς ἔδει

τὰ τείχη τῆς πόλεως καθελεῖν

καὶ τῇ πατρίῳ πολιτείᾳ χρῆσθαι.

 

Καὶ τὰ μὲν τείχη περιεῖλον,

περὶ δὲ τῆς πολιτείας πρὸς ἀλλήλους διεφέροντο.

 

Οἱ γὰρ τῆς ὀλιγαρχίας ὀρεγόμενοι

τὴν παλαιὰν κατάστασιν

ἔφασαν

δεῖν ἀνανεοῦσθαι,

καθ᾽ἣν παντελῶς ὀλίγοι τῶν ὅλων προειστήκεισαν·

 

οἱ δὲ πλεῖστοι

δημοκρατίας ὄντες ἐπιθυμηταὶ

τὴν τῶν πατέρων πολιτείαν προεφέροντο,

καὶ ταύτην ἀπέφηναν

ὁμολογουμένως οὖσαν δημοκρατίαν.

 

Ἀντιλογίας δὲ γενομένης περὶ τούτων ἐπί τινας ἡμέρας,

οἱ τὰς ὀλιγαρχίας αἱρούμενοι

πρὸς Λύσανδρον διεπρεσβεύσαντο τὸν Σπαρτιάτην

 

—οὗτος γὰρ

καταλυθέντος τοῦ πολέμου

τὰ κατὰ τὰς πόλεις

ἀπέσταλτο

διοικῆσαι,

καὶ ὀλιγαρχίαι ἐν ταῖς πλείσταις καθίσταντο—

 

ἐλπίζοντες

ὅπερ ἦν εἰκός,

συνεπιλήψεσθαι τῆς ἐπιβολῆς αὐτοῖς.

 

Διέπλευσαν οὖν εἰς Σάμον·

 

ἐκεῖ γὰρ ἐτύγχανε

διατρίβων

ὁ Λύσανδρος,

προσφάτως κατειληφὼς τὴν πόλιν.

 

Παρακαλούντων δὲ αὐτὸν

πρὸς τὸ συνεργῆσαι

συνεπένευσε,

καὶ τῆς μὲν Σάμου Θώρακα τὸν Σπαρτιάτην ἁρμοστὴν κατέστησεν,

αὐτὸς δὲ μετὰ νεῶν ἑκατὸν κατέπλευσεν εἰς τὸν Πειραιέα.

 

Συναγαγὼν δ᾽ἐκκλησίαν

συνεβούλευσε τοῖς Ἀθηναίοις

ἑλέσθαι τριάκοντα ἄνδρας

τοὺς ἀφηγησομένους τῆς πολιτείας

καὶ πάντα διοικήσοντας τὰ κατὰ τὴν πόλιν.

 

Nessun commento:

Posta un commento