domenica 10 dicembre 2023

Lisia: Crimini sotto i Trenta Tiranni [D] (struttura)

 

Ἴστε μὲν γὰρ

τοὺς ἐκ Σαλαμῖνος τῶν πολιτῶν κομισθέντας,

οἷοι ἦσαν καὶ ὅσοι,

καὶ οἵῳ ὀλέθρῳ ὑπὸ τῶν τριάκοντα ἀπώλοντο·

 

ἴστε δὲ

τοὺς ἐξ Ἐλευσῖνος,

ὡς πολλοὶ ταύτῃ τῇ συμφορᾷ ἐχρήσαντο·

 

μέμνησθε δὲ καὶ τοὺς ἐνθάδε διὰ τὰς ἰδίας ἔχθρας ἀπαγομένους εἰς τὸ δεσμωτήριον·

 

οἵ

οὐδὲν κακὸν τὴν πόλιν ποιήσαντες

ἠναγκάζοντο

αἰσχίστῳ καὶ ἀκλεεστάτῳ ὀλέθρῳ ἀπόλλυσθαι,

οἱ μὲν

γονέας σφετέρους αὐτῶν πρεσβύτας καταλιπόντες,

οἳ ἤλπιζον

ὑπὸ τῶν σφετέρων αὐτῶν παίδων γηροτροφηθέντες,

ἐπειδὴ τελευτήσειαν τὸν βίον,

ταφήσεσθαι,

οἱ δὲ

ἀδελφὰς ἀνεκδότους,

οἱ δὲ

παῖδας μικροὺς

πολλῆς ἔτι θεραπείας δεομένους·

 

οὕς, ὦ ἄνδρες δικασταί, ποίαν τινὰ οἴεσθε γνώμην περὶ τούτου ἔχειν,

ἢ ποίαν τινὰ ἂν ψῆφον θέσθαι,

εἰ ἐπ᾽ἐκείνοις γένοιτο,

ἀποστερηθέντας διὰ τοῦτον τῶν ἡδίστων;

 

ἔτι δὲ

τὰ τείχη ὡς κατεσκάφη

καὶ αἱ νῆες τοῖς πολεμίοις παρεδόθησαν

καὶ τὰ νεώρια καθῃρέθη,

καὶ Λακεδαιμόνιοι τὴν ἀκρόπολιν ἡμῶν εἶχον,

καὶ ἡ δύναμις ἅπασα τῆς πόλεως παρελύθη,

ὥστε μηδὲν διαφέρειν τῆς ἐλαχίστης πόλεως τὴν πόλιν.

 

Nessun commento:

Posta un commento