mercoledì 27 dicembre 2023

Diodoro Siculo: Proposte di Serse a Leonida [D] (struttura)

 

Τῶν δὲ Περσῶν κατεστρατοπεδευκότων παρὰ τὸν Σπερχειὸν ποταμόν,

ὁ μὲν Ξέρξης ἀπέστειλεν ἀγγέλους εἰς τὰς Θερμοπύλας,

τοὺς ἅμα μὲν κατασκεψομένους

τίνα διάνοιαν ἔχουσι περὶ τοῦ πρὸς αὐτὸν πολέμου·

 

προσέταξε δ᾽αὐτοῖς

παραγγέλλειν,

ὅτι βασιλεὺς Ξέρξης κελεύει

τὰ μὲν ὅπλα πάντας ἀποθέσθαι,

αὐτοὺς δὲ ἀκινδύνους εἰς τὰς πατρίδας ἀπιέναι

καὶ συμμάχους εἶναι Περσῶν·

 

καὶ

ταῦτα πράξασιν

αὐτοῖς

ἐπηγγείλατο

δώσειν χώραν τοῖς Ἕλλησι πλείω καὶ βελτίω

τῆς νῦν ὑπ᾽αὐτῶν κατεχομένης.

 

Οἱ δὲ περὶ τὸν Λεωνίδην ἀκούσαντες τῶν ἀγγέλων

ἀπεκρίναντο

ὅτι καὶ

συμμαχοῦντες τῷ βασιλεῖ

χρησιμώτεροι μετὰ τῶν ὅπλων ἔσονται

καὶ

πολεμεῖν

ἀναγκαζόμενοι

μετὰ τούτων γενναιότερον ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιοῦνται·

 

περὶ δὲ τῆς χώρας

ἣν ὑπισχνεῖται

δώσειν,

ὅτι πάτριόν ἐστι τοῖς Ἕλλησι

μὴ διὰ κακίαν, ἀλλὰ δι᾽ἀρετὴν κτᾶσθαι χώραν.

 

Nessun commento:

Posta un commento