martedì 27 dicembre 2016

Arriano: Il rifiuto di Alessandro [M] (struttura)

Alessandro re dei Macedoni, dopo aver ripetutamente sconfitto in battaglia Dario III di Persia e aver fatto prigioniere le donne della sua famiglia, gli invia una lettera per rifiutare la sua proposta di dividere a metà l’impero.

Ἡ δὲ ἐπιστολὴ ἡ Ἀλεξάνδρου ἔχει ὧδε·

«Οἱ ὑμέτεροι πρόγονοι
ἐλθόντες εἰς Μακεδονίαν καὶ εἰς τὴν ἄλλην Ἑλλάδα
κακῶς ἐποίησαν ἡμᾶς
οὐδὲν προηδικημένοι.

Ἐγὼ δὲ
τῶν Ἑλλήνων ἡγεμὼν κατασταθεὶς
καὶ βουλόμενος
τιμωρήσασθαι Πέρσας
διέβην ἐς τὴν Ἀσίαν,
ὑπαρξάντων ὑμῶν.

Καὶ γὰρ Περινθίοις ἐβοηθήσατε,
οἳ τὸν ἐμὸν πατέρα ἠδίκουν,
καὶ εἰς Θρᾴκην,
ἧς ἡμεῖς ἤρχομεν,
δύναμιν ἔπεμψεν Ὦχος.

Τοῦ δὲ πατρὸς ἀποθανόντος
ὑπὸ τῶν ἐπιβουλευσάντων,
οὓς ὑμεῖς συνετάξατε,
ὡς αὐτοὶ ἐν ταῖς ἐπιστολαῖς πρὸς ἅπαντας ἐκομπάσατε,
καὶ Ἀρσῆν ἀποκτείναντός σου μετὰ Βαγώου,
καὶ τὴν ἀρχὴν κατασχόντος οὐ δικαίως οὐδὲ κατὰ τὸν Περσῶν νόμον,
ἀλλὰ ἀδικοῦντος Πέρσας,
καὶ ὑπὲρ ἐμοῦ πρὸς τοὺς Ἕλληνας γράμματα οὐκ ἐπιτήδεια διαπέμποντος,
ὅπως πρός με πολεμῶσι,
καὶ χρήματα ἀποστέλλοντος πρὸς Λακεδαιμονίους καὶ ἄλλους τινὰς τῶν Ἑλλήνων,
καὶ τῶν παρὰ σοῦ πεμφθέντων τοὺς ἐμοὺς φίλους διαφθειράντων
καὶ τὴν εἰρήνην,
ἣν τοῖς Ἕλλησι κατεσκεύασα,
διαλύειν ἐπιχειρούντων,
ἐστράτευσα ἐπὶ σὲ,
ὑπάρξαντος σοῦ τῆς ἔχθρας.»


Nessun commento:

Posta un commento