mercoledì 14 dicembre 2016

Esopo: I despoti sono sgraditi a tutti [M] (struttura)

Χειμὼν ἔσκωψε εἰς τὸ ἔαρ
καὶ αὐτὸ ὠνείδισεν
ὅτι
εὐθὺς φανέντος
ἡσυχίαν ἄγει ἔτι οὐδείς,
ἀλλ’ὁ μέν τις ἐπὶ λειμῶνας καὶ ἄλση γίνεται,
ὅτῳ ἄρα φίλον
δρέπεσθαι ἀνθέων καὶ κρίνων,
ἢ καὶ ῥόδον τι περιαγαγεῖν τε τοῖς ἑαυτοῦ ὄμμασιν,
καὶ παραθέσθαι παρὰ τὴν κόμην·

ὁ δὲ
ἐπιβὰς νεὼς
καὶ διαβαίνων πέλαγος,
ἂν τύχῃ,
παρ’ἄλλους ἤδη ἀνθρώπους ἔρχεται·

καὶ ὅτι ἅπαντες ἀνέμων ἢ πολλοῦ ἐξ ὄμβρων ὕδατος ἔχουσι φροντίδα οὐκέτι.

«Ἐγώ»,
ἔφη,
«ἄρχοντι καὶ αὐτοδεσπότῃ ἔοικα,
καὶ
οὐδὲ εἰς οὐρανόν, ἀλλὰ κάτω που καὶ εἰς τὴν γῆν
ἐπιτάττω
βλέπειν
καὶ δεδιέναι
καὶ τρέμειν

καὶ ἀγαπητῶς διημερεύειν ἔστιν ὅτε οἶκοι
ἠνάγκασα».

«Τοιγαροῦν»,
ἔφη τὸ ἔαρ,
«σοῦ μὲν κἂν ἀπαλλαγεῖεν ἄνθρωποι ἀσμένως·

ἐμοῦ δὲ καλὸν καὶ αὐτὸ εἶναι
αὐτοῖς δοκεῖ
τοὔνομα, καὶ νὴ μὰ Δία γε ὀνομάτων κάλλιστον,
ὥστε καὶ
ἀπόντος
μέμνηνται
καὶ
φανέντος
ἐπαγάλλονται».


Nessun commento:

Posta un commento