lunedì 19 dicembre 2016

Demostene: Dura reazione di Demostene (struttura)

Ἐπειδὴ τοίνυν ἡ μὲν εὐσεβὴς καὶ δικαία ψῆφος ἅπασι δέδεικται,
δεῖ δέ
μ᾽,
ὡς ἔοικε,
καίπερ οὐ φιλολοίδορον ὄντα,
διὰ τὰς ὑπὸ τούτου βλασφημίας εἰρημένας ἀντὶ πολλῶν καὶ ψευδῶν αὐτὰ τἀναγκαιότατ᾽εἰπεῖν περὶ αὐτοῦ,
καὶ δεῖξαι
τίς ὢν κἀκ τίνων ῥᾳδίως οὕτως ἄρχει
τοῦ κακῶς λέγειν,
καὶ λόγους τινὰς διασύρει,
αὐτὸς εἰρηκὼς
ἃ τις τῶν μετρίων ἀνθρώπων οὐκ ἂν ὤκνησεν
φθέγξασθαι;

Εἰ γὰρ Αἰακὸς ἢ Ῥαδάμανθυς ἢ Μίνως ἦν ὁ κατηγορῶν,
ἀλλὰ μὴ σπερμολόγος, περίτριμμ᾽ἀγορᾶς, ὄλεθρος γραμματεύς,
οὐκ οἶμαι
ἂν αὐτὸν ταῦτ᾽εἰπεῖν
οὐδ᾽ἂν οὕτως ἐπαχθεῖς λόγους πορίσασθαι,
ὥσπερ ἐν τραγῳδίᾳ βοῶντα
«ὦ γῆ καὶ ἥλιε καὶ ἀρετὴ» καὶ τὰ τοιαῦτα,
καὶ πάλιν «σύνεσιν καὶ παιδείαν» ἐπικαλούμενον,
«ᾗ τὰ καλὰ καὶ τὰ αἰσχρὰ διαγιγνώσκεται»·

γὰρ δήπουθεν ἠκούετ᾽αὐτοῦ
ταῦτα λέγοντος.



Nessun commento:

Posta un commento