lunedì 26 dicembre 2016

Eliano: Mitezza di Antigono [M] (struttura)

Φασι
Ἀντίγονον τὸν βασιλέα δημοτικὸν καὶ πρᾶον γενέσθαι.

Καὶ
ὅτῳ μὲν σχολὴ
τὰ κατ᾽αὐτὸν εἰδέναι
καὶ αὐτὰ ἕκαστα ἐξετάζειν ὑπὲρ τοῦ ἀνδρός,
εἴσεται ἑτέρωθεν·

εἰρήσεται δ᾽οὖν αὐτοῦ καὶ πάνυ πρᾶον καὶ ἄτυφον
ὃ μέλλω λέγειν.

Ὁ Ἀντίγονος οὗτος
ὁρῶν τὸν υἱὸν
τοῖς ὑπηκόοις χρώμενον βιαιότερόν τε καὶ θρασύτερον
«Οὐκ οἶσθα»,
εἶπεν,
«ὦ παῖ,
τὴν βασιλείαν ἡμῶν ἔνδοξον εἶναι δουλείαν;»

Καὶ τὰ μὲν τοῦ Ἀντιγόνου πρὸς τὸν παῖδα πάνυ ἡμέρως ἔχει καὶ φιλανθρώπως·

ἀλλ᾽ὅτῳ δὲ οὐ δοκεῖ ταύτῃ,
ἐκεῖνός γε οὐ δοκεῖ μοι
βασιλικὸν ἄνδρα εἰδέναι οὐδὲ πολιτικόν,
τυραννικῷ δὲ συμβιῶσαι μᾶλλον.



Nessun commento:

Posta un commento