lunedì 19 dicembre 2016

Demostene: Demostene spiega il suo operato (struttura)

Ὃν μὲν οὖν τρόπον, ὦ ἄνδρες Ἀθηναῖοι,
χειροτονησάντων ὑμῶν ἐπὶ τοὺς ὅρκους αὐτὸν πάλιν
τούς τε χρόνους κατέτριψε
καὶ τὰ πράγματα πάντ᾽ἐλυμήνατο τὰ τῆς πόλεως,
καὶ ὅσαι περὶ τούτων ἐμοὶ πρὸς τοῦτον ἀπέχθειαι συνέβησαν
βουλομένῳ κωλύειν,
αὐτίκ᾽ἀκούσεσθε.

Ἀλλ᾽
ἐπειδὴ πάλιν ἥκομεν ἐκ τῆς πρεσβείας ταύτης τῆς ἐπὶ τοὺς ὅρκους,
ἧσπερ εἰσὶν αἱ νῦν εὔθυναι,
οὔτε μικρὸν οὔτε μέγ᾽οὐδ᾽ὁτιοῦν εὑρημένοι
τῶν ὅτε τὴν εἰρήνην ἐποιεῖσθε λεχθέντων
καὶ προσδοκηθέντων,
ἀλλὰ πάντ᾽ἐξηπατημένοι,
καὶ τούτων ἕτερ᾽αὖθις αὖ πεπραχότων
καὶ παρ᾽αὐτὸ τὸ ψήφισμα πεπρεσβευκότων,
προσῇμεν τῇ βουλῇ.

Καὶ ταυτὶ πολλοὶ συνίσασιν
ἃ μέλλω λέγειν·

τὸ γὰρ βουλευτήριον μεστὸν ἦν ἰδιωτῶν.



Nessun commento:

Posta un commento