lunedì 26 dicembre 2016

Plutarco: Carthago delenda est (I) [M] (struttura)

φασὶ
πρὸς τούτοις τὸν Κάτωνά καὶ σῦκα τῶν Λιβυκῶν ἐπίτηδες ἐκβαλεῖν ἐν τῇ βουλῇ,
τὴν τήβεννον ἀναβαλόμενον,
εἶτα
θαυμασάντων τὸ μέγεθος καὶ τὸ κάλλος
εἰπεῖν,
ὡς ἡ ταῦτα φέρουσα χώρα τριῶν ἡμερῶν πλοῦν ἀπέχει τῆς Ῥώμης.

Ἐκεῖνο δ᾽ἤδη καὶ βιαιότερον,
τὸ περὶ παντὸς
οὗ δήποτε πράγματος γνώμην ἀποφαινόμενον
προσεπιφωνεῖν οὕτως·

«Δοκεῖ δέ μοι
καὶ Καρχηδόνα μὴ εἶναι.»

Τοὐναντίον δὲ Πόπλιος Σκηπίων
ὁ Νασικᾶς ἐπικαλούμενος
ἀεὶ διετέλει
λέγων
καὶ ἀποφαινόμενος·

«Δοκεῖ μοι
Καρχηδόνα εἶναι.»



Nessun commento:

Posta un commento