mercoledì 14 dicembre 2016

Apollodoro: Il concepimento del Minotauro [M] (struttura)

Θαλασσοκρατήσας δὲ
Μίνως πρῶτος πασῶν τῶν νήσων σχεδὸν ἐπῆρξεν.

Ὀργισθεὶς δὲ αὐτῷ
Ποσειδῶν
ὅτι μὴ κατέθυσε τὸν ταῦρον,
τοῦτον μὲν ἐξηγρίωσε,
παρεσκεύασεν δὲ
Πασιφάην ἐλθεῖν εἰς ἐπιθυμίαν αὐτοῦ.

Ἡ δὲ
ἐρασθεῖσα τοῦ ταύρου
συνεργὸν λαμβάνει Δαίδαλον,
ὃς ἦν ἀρχιτέκτων,
πεφευγὼς ἐξ Ἀθηνῶν ἐπὶ φόνῳ.

Οὗτος
ξυλίνην βοῦν ἐπὶ τροχῶν κατασκευάσας,
καὶ ταύτην κοιλάνας ἔνδοθεν,
ἐκδείρας τε βοῦν
τὴν δορὰν περιέρραψε,
καὶ
θεὶς
ἐν ᾧπερ εἴθιστο ὁ ταῦρος λειμῶνι βόσκεσθαι,
τὴν Πασιφάην ἐνεβίβασεν.

Ἐλθὼν δὲ
ὁ ταῦρος ὡς ἀληθινῇ βοῒ συνῆλθεν.

Ἡ δὲ Ἀστέριον ἐγέννησε τὸν κληθέντα Μινώταυρον.

Οὗτος εἶχε ταύρου πρόσωπον, τὰ δὲ λοιπὰ ἀνδρός·

Μίνως δὲ
ἐν τῷ λαβυρίνθῳ κατά τινας χρησμοὺς κατακλείσας
αὐτὸν ἐφύλαττεν.

Ἦν δὲ ὁ λαβύρινθος,
ὃν Δαίδαλος κατεσκεύασεν,
οἴκημα
καμπαῖς πολυπλόκοις πλανῶν τὴν ἔξοδον.

Τὰ μὲν οὖν περὶ Μινωταύρου καὶ Ἀνδρόγεω καὶ Φαίδρας καὶ Ἀριάδνης ἐν τοῖς περὶ Θησέως ὕστερον ἐροῦμεν.



Nessun commento:

Posta un commento