lunedì 19 dicembre 2016

Demostene: Dura reazione di Demostene

Ἐπειδὴ τοίνυν ἡ μὲν εὐσεβὴς καὶ δικαία ψῆφος ἅπασι δέδεικται, δεῖ δέ μ᾽, ὡς ἔοικε, καίπερ οὐ φιλολοίδορον ὄντα, διὰ τὰς ὑπὸ τούτου βλασφημίας εἰρημένας ἀντὶ πολλῶν καὶ ψευδῶν αὐτὰ τἀναγκαιότατ᾽εἰπεῖν περὶ αὐτοῦ, καὶ δεῖξαι τίς ὢν κἀκ τίνων ῥᾳδίως οὕτως ἄρχει τοῦ κακῶς λέγειν, καὶ λόγους τινὰς διασύρει, αὐτὸς εἰρηκὼς ἃ τίς οὐκ ἂν ὤκνησεν τῶν μετρίων ἀνθρώπων φθέγξασθαι; Εἰ γὰρ Αἰακὸς ἢ Ῥαδάμανθυς ἢ Μίνως ἦν ὁ κατηγορῶν, ἀλλὰ μὴ σπερμολόγος, περίτριμμ᾽ἀγορᾶς, ὄλεθρος γραμματεύς, οὐκ ἂν αὐτὸν οἶμαι ταῦτ᾽εἰπεῖν οὐδ᾽ἂν οὕτως ἐπαχθεῖς λόγους πορίσασθαι, ὥσπερ ἐν τραγῳδίᾳ βοῶντα «ὦ γῆ καὶ ἥλιε καὶ ἀρετὴ» καὶ τὰ τοιαῦτα, καὶ πάλιν «σύνεσιν καὶ παιδείαν» ἐπικαλούμενον, «ᾗ τὰ καλὰ καὶ τὰ αἰσχρὰ διαγιγνώσκεται»· ταῦτα γὰρ δήπουθεν ἠκούετ᾽αὐτοῦ λέγοντος.

Nessun commento:

Posta un commento