mercoledì 14 dicembre 2016

Diogene Laerzio: Gli inizi della filosofia [M] (struttura)

ἔνιοί φασιν
τὸ τῆς φιλοσοφίας ἔργον ἀπὸ βαρβάρων ἄρξαι.

Γεγενῆσθαι γὰρ παρὰ μὲν Πέρσαις Μάγους,
παρὰ δὲ Βαβυλωνίοις ἢ Ἀσσυρίοις Χαλδαίους,
καὶ Γυμνοσοφιστὰς παρ᾽Ἰνδοῖς,
παρά τε Κελτοῖς καὶ Γαλάταις τοὺς καλουμένους Δρυΐδας καὶ Σεμνοθέους,
καθά φησιν Ἀριστοτέλης ἐν τῷ Μαγικῷ καὶ Σωτίων ἐν τῷ εἰκοστῷ τρίτῳ τῆς Διαδοχῆς.

Φοίνικά τε γενέσθαι Μῶχον, καὶ Θρᾷκα Ζάμολξιν, καὶ Λίβυν Ἄτλαντα.

Αἰγύπτιοι μὲν γὰρ
Νείλου γενέσθαι παῖδα Ἥφαιστον,
ὃν
ἄρξαι φιλοσοφίας,
ἧς τοὺς προεστῶτας ἱερέας εἶναι καὶ προφήτας·

ἀπὸ δὲ τούτου εἰς Ἀλέξανδρον τὸν Μακεδόνα ἐτῶν εἶναι μυριάδας τέσσαρας καὶ ὀκτακισχίλια ὀκτακόσια ἑξήκοντα τρία,
ἐν οἷς ἡλίου μὲν ἐκλείψεις γενέσθαι τριακοσίας ἑβδομήκοντα τρεῖς, σελήνης δὲ ὀκτακοσίας τριάκοντα δύο.



Nessun commento:

Posta un commento