mercoledì 14 dicembre 2016

Senofonte: Conoscere se stessi [M] (struttura)

Ἔμοιγε δοκεῖ
ὁ μὴ εἰδὼς τὴν αὑτοῦ δύναμιν
ἀγνοεῖν ἑαυτόν.

Ἐκεῖνο δὲ φανερόν ἐστιν
ὅτι
διὰ μὲν τὸ εἰδέναι ἑαυτοὺς
πλεῖστα ἀγαθὰ πάσχουσιν ἄνθρωποι,
διὰ δὲ τὸ ἐψεῦσθαι ἑαυτῶν
πλεῖστα κακά.

Οἱ μὲν γὰρ εἰδότες ἑαυτοὺς
τά τε ἐπιτήδεια ἑαυτοῖς ἴσασι
καὶ διαγιγνώσκουσιν
ἅ τε δύνανται
καὶ ἃ μή·

καὶ
πράττοντες
ἃ μὲν ἐπίστανται
πορίζονταί τε
ὧν δέονται
καὶ εὖ πράττουσιν,

ἀπεχόμενοι
ὧν δὲ μὴ ἐπίστανται
ἀναμάρτητοι γίγνονται
καὶ διαφεύγουσι
τὸ κακῶς πράττειν·

διὰ τοῦτο δὲ καὶ δυνάμενοι
τοὺς ἄλλους ἀνθρώπους δοκιμάζειν
καὶ διὰ τῆς τῶν ἄλλων χρείας τά τε ἀγαθὰ πορίζονται
καὶ τὰ κακὰ φυλάττονται.

Οἱ δὲ μὴ εἰδότες,
ἀλλὰ διεψευσμένοι τῆς ἑαυτῶν δυνάμεως,
πρός τε τοὺς ἄλλους ἀνθρώπους καὶ τἆλλα ἀνθρώπινα πράγματα ὁμοίως διάκεινται,
καὶ ἴσασιν
οὔτε ὧν δέονται
οὔτε ὅ τι πράττουσιν
οὔτε οἷς χρῶνται,
ἀλλὰ
πάντων τούτων διαμαρτάνοντες
τῶν τε ἀγαθῶν ἀποτυγχάνουσι
καὶ τοῖς κακοῖς περιπίπτουσι.



Nessun commento:

Posta un commento