lunedì 19 dicembre 2016

Demostene: La rapida ascesa politica e militare di Filippo (struttura)

Ὅτι μὲν δὴ μέγας ἐκ μικροῦ καὶ ταπεινοῦ τὸ κατ᾽ἀρχὰς Φίλιππος ηὔξηται,
καὶ ἀπίστως καὶ στασιαστικῶς ἔχουσι πρὸς αὑτοὺς οἱ Ἕλληνες,
καὶ ὅτι πολλῷ παραδοξότερον ἦν
τοσοῦτον αὐτὸν ἐξ ἐκείνου γενέσθαι
ἢ νῦν,
ὅθ᾽οὕτω πολλὰ προείληφε,
καὶ τὰ λοιπὰ ὑφ᾽αὑτῷ ποιήσασθαι,
καὶ πάνθ᾽
ὅσα τοιαῦτ᾽ἂν ἔχοιμι
διεξελθεῖν,
παραλείψω.

Ἀλλ᾽ὁρῶ
συγκεχωρηκότας ἅπαντας ἀνθρώπους,
ἀφ᾽ὑμῶν ἀρξαμένους,
αὐτῷ,
ὑπὲρ οὗ τὸν ἄλλον ἅπαντα χρόνον πάντες οἱ πόλεμοι γεγόνασιν οἱ Ἑλληνικοί.

Τί οὖν ἐστι τοῦτο;

Τὸ ποιεῖν
ὅ τι βούλεται,
καὶ καθ᾽ἕν᾽οὑτωσὶ περικόπτειν καὶ λωποδυτεῖν τῶν Ἑλλήνων,
καὶ καταδουλοῦσθαι τὰς πόλεις
ἐπιόντα.



Nessun commento:

Posta un commento