lunedì 19 dicembre 2016

Demostene: La rapida ascesa politica e militare di Filippo

Ὅτι μὲν δὴ μέγας ἐκ μικροῦ καὶ ταπεινοῦ τὸ κατ᾽ἀρχὰς Φίλιππος ηὔξηται, καὶ ἀπίστως καὶ στασιαστικῶς ἔχουσι πρὸς αὑτοὺς οἱ Ἕλληνες, καὶ ὅτι πολλῷ παραδοξότερον ἦν τοσοῦτον αὐτὸν ἐξ ἐκείνου γενέσθαι ἢ νῦν, ὅθ᾽οὕτω πολλὰ προείληφε, καὶ τὰ λοιπὰ ὑφ᾽αὑτῷ ποιήσασθαι, καὶ πάνθ᾽ὅσα τοιαῦτ᾽ἂν ἔχοιμι διεξελθεῖν, παραλείψω. Ἀλλ᾽ὁρῶ συγκεχωρηκότας ἅπαντας ἀνθρώπους, ἀφ᾽ὑμῶν ἀρξαμένους, αὐτῷ, ὑπὲρ οὗ τὸν ἄλλον ἅπαντα χρόνον πάντες οἱ πόλεμοι γεγόνασιν οἱ Ἑλληνικοί. Τί οὖν ἐστι τοῦτο; Τὸ ποιεῖν ὅ τι βούλεται, καὶ καθ᾽ἕν᾽οὑτωσὶ περικόπτειν καὶ λωποδυτεῖν τῶν Ἑλλήνων, καὶ καταδουλοῦσθαι τὰς πόλεις ἐπιόντα.

Nessun commento:

Posta un commento